- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg044.humanitext-grc2:26-33
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
語り手は自分たちが最も正当な相続人であることを改めて主張し、相手方が強欲にも複数の財産を占有しようとし、葬儀の後に自分たちを無断で追い出した不法行為を暴露する。
καὶ γὰρ τῷ Ἀρχιάδῃ, οὗ ἦν ἡ οὐσία τὸ ἐξ ἀρχῆς, ἐγγυτάτω γένει ἐσμὲν καὶ τῷ εἰσποιητῷ Λεωκράτει· τοῦ μὲν1 γὰρ ὁ πατὴρ ἐπανεληλυθὼς εἰς τοὺς Ἐλευσινίους οὐκέτι τὴν κατὰ τὸν νόμον οἰκειότητα ἔλιπεν αὑτῷ, ἡμεῖς δέ, παρʼ οἷς ἦν ἐν τῷ γένει, τὴν ἀναγκαιοτάτην συγγένειαν εἴχομεν, ὄντες ἀνεψιαδοῖ ἐκείνῳ. ὥστʼ εἰ μὲν βούλει, τοῦ Ἀρχιάδου συγγενεῖς ὄντες ἀξιοῦμεν κληρονομεῖν, εἰ δὲ βούλει, τοῦ Λεωκράτους· τετελευτηκότος γὰρ ἄπαιδος αὐτοῦ, οὐδεὶς ἡμῶν γένει ἐγγυτέρω ἐστί.
というのも、そもそも財産の持ち主であったあのアルキアデスに対しても、また養子となったレオクラテスに対しても、私たちは血統において最も近いからです。一方(レオクラテス)の父親(レオストラトス)は、エレウシス区の人々のもとへと戻ってしまったため、もはや彼自身にとって法律に基づく親族関係を残してはいませんでしたが、私たちは彼(レオクラテス)が血統を共にする者たちの間にあり、彼といとこの子の関係にあるため、最も緊密な親族関係を有していたからです。したがって、あなたが望むならアルキアデスの親族として、あるいは望むならレオクラテスの親族として、私たちは相続することを要求します。なぜなら、彼が子なくして亡くなった以上、私たち以上に血統において近い者は誰もいないからです。
καὶ διὰ μὲν σέ, ὦ Λεώστρατε, ὁ οἶκος ἐξηρήμωται· τῆς γὰρ οὐσίας τὴν οἰκειότητα, οὐ τῶν ἀνδρῶν τῶν ποιησαμένων διετήρεις. ἕως μέν γε τελευτήσαντος τούτου οὐδεὶς ἠμφεσβήτει τοῦ κλήρου, οὐδένα εἰσεποίεις τῷ Ἀρχιάδῃ υἱόν· ἐπειδὴ δὲ ἡμεῖς συγγενεῖς ὄντες ἥκομεν εἰς τὸ μέσον, τηνικαῦτα εἰσποιεῖς, ἵνα τὴν οὐσίαν κατάσχῃς. καὶ φὴς μὲν οὐδὲν εἶναι τῷ Ἀρχιάδῃ, πρὸς ὃν εἰσεποιήθης, διαμαρτυρεῖς δὲ πρὸς ἡμᾶς, τὸ ὁμολογούμενον γένος ἐξελαύνων· εἰ γὰρ μηδέν ἐστιν ἐν τῷ οἴκῳ, τί σὺ ἐλαττοῖ τοῦ μηδενὸς ἡμῶν κληρονομησάντων;
そしてレオストラトスよ、あなたのためにその家は荒廃してしまいました。というのも、あなたは財産との繋がりは維持していましたが、養親となった人たちとの繋がりは維持していなかったからです。この者が亡くなってから、誰も遺産について争っていなかった間は、あなたはアルキアデスに誰一人として息子を養子に入れようとしませんでした。しかし、親族である私たちが公の場に進み出た途端、あなたは財産を占有するために、その時になって養子を入れようとするのです。そしてあなたは、自分が養子となった相手であるアルキアデスには何も(財産が)ないと言いながら、私たちに対して異議を申し立て、誰もが認める血族を追い出そうとしています。というのも、もしその家に何もないのなら、私たちがその何もないものを相続したところで、あなたは何を失うというのですか。
ἀλλὰ γὰρ ἡ ἀναίδεια καὶ ἡ πλεονεξία τοιαύτη ἐστὶν αὐτοῦ, ὦ ἄνδρες δικασταί, ὥσθʼ ἡγεῖσθαι δεῖν ἐν Ἐλευσινίοις τε τὴν πατρῴαν οὐσίαν ἐπανελθὼν ἔχειν, ἐφʼ ἅ τʼ εἰσεποιήθη μὴ ὄντος ἐν τῷ οἴκῳ υἱοῦ, καὶ τούτων κύριος γενέσθαι. καὶ ταῦτα πάντα ῥᾳδίως διοικεῖται· πρὸς γὰρ ἀνθρώπους ἡμᾶς πένητας καὶ ἀδυνάτους ἔχων ἀναλίσκειν ἐκ τῶν ἀλλοτρίων πολὺ περίεστιν. διόπερ οἶμαι ὑμᾶς δεῖν βοηθεῖν τοῖς μὴ πλεονεκτῆσαί τι βουλομένοις, ἀλλʼ ἀγαπῶσιν ἐάν τις ἡμᾶς τῶν νόμων ἐᾷ τυγχάνειν.
しかし、裁判員諸官、彼の厚顔無恥さと強欲さは凄まじいもので、彼は、エレウシス区に戻って父親の財産を所有すべきであると同時に、家に息子がいない状態で彼が養子とされたその財産をも、その支配者になるべきだと考えているのです。そしてこれらすべては容易に行われています。なぜなら、貧しく無力な私たちに対して、彼は他人の財産から支出することができるため、はるかに優位に立っているからです。それゆえ、不当な利益を得ることを望まず、ただ法律に基づく権利を享受させてもらえるだけで満足している人々を、あなた方は支援すべきであると私は考えます。
τί γὰρ δεῖ ποιεῖν ἡμᾶς, ὦ ἄνδρες δικασταί; διὰ τριῶν τῆς ποιήσεως ἐμμενούσης, καὶ τοῦ τελευταίου ἐγκαταλειφθέντος, τούτου ἄπαιδος τετελευτηκότος, μὴ κομίσασθαι2 τὰ ἡμέτερʼ αὐτῶν χρόνῳ ποτέ; τοῦτο τοίνυν ἔχοντες τὸ δίκαιον ἐλάχομεν τοῦ κλήρου πρὸς τὸν ἄρχοντα. οὑτοσὶ δὲ Λεωχάρης προπετῶς διαμαρτυρήσας τὰ ψευδῆ, οἴεται δεῖν παρὰ πάντας τοὺς νόμους ἀποστερῆσαι ἡμᾶς τῆς κληρονομίας.
裁判員諸官、私たちはどうすべきだというのでしょう。三代にわたって養子縁組が維持され、最後に残された者が子を残さずに亡くなったというのに、私たちが自分たちの財産をいつまでも取り戻せないということがあってよいのでしょうか。それゆえ、私たちはこの正当な権利を携えて、執政官に遺産相続の訴えを起こしました。しかし、ここにいるレオカレスは、軽率にも虚偽の異議を申し立て、あらゆる法律に反して私たちから相続権を奪おうと考えているのです。
πρῶτον μὲν οὖν, ὅτι τά τε περὶ τὰς ποιήσεις καὶ τὸ γένος τὸ τούτων ἀληθῆ εἰρήκαμεν, καὶ ἡ λουτροφόρος ἐφέστηκεν ἐπὶ τῷ τοῦ Ἀρχιάδου μνήματι, ταύτας ὑμῖν τὰς μαρτυρίας βουλόμεθʼ ἀναγνῶναι· ἔπειτʼ ἤδη καὶ τὰ λοιπὰ σαφῶς διδάξομεν ὑμᾶς, ὥστʼ ἐξελέγξαι τούτους τὰ ψευδῆ διαμεμαρτυρηκότας. καί μοι λαβὲ τὰς μαρτυρίας ἃς λέγω. ΜΑΡΤΥΡΙΑΙ. ὁ μὲν τοίνυν τοῦ πράγματος λόγος καὶ τὸ ἁπλοῦν δίκαιον περὶ τῆς κληρονομίας οὕτως ἔχει, ὦ ἄνδρες δικασταί, τῶν τε πεπραγμένων ἐξ ἀρχῆς αὐτὰ τὰ κεφάλαια σχεδόν τι ἀκηκόατε. ἃ δὲ μετὰ τὴν τοῦ κλήρου λῆξιν πεποιήκασι καὶ ὃν τρόπον ἡμῖν κεχρημένοι εἰσίν, ἀναγκαῖον νομίζω εἰπεῖν· οἴομαι γὰρ περὶ κλήρου ἀγῶνα μηδένας ἄλλους παρανενομῆσθαι τοιαῦτα οἷα ἡμᾶς.
そこでまず、養子縁組に関する事柄や彼らの血統について私たちが真実を述べたこと、そしてアルキアデスの墓の上にルトロポロスが立てられていることを示す、これらの証言をあなた方に朗読してもらいたいと思います。その上で、彼らが虚偽の異議を申し立てたことを論破するために、残りの事柄についてもあなた方に明確に説明いたしましょう。それでは、私が申し上げる証言書を取ってください。 μαρτυρίαι裁判員諸官、この件に関する説明と、遺産相続に関する純然たる正義はこのようになっています。そして、最初から行われた出来事の要点そのものは、ほぼすべてお聞きになった通りです。しかし、遺産相続の請求を行った後に彼らが何をし、私たちをどのように扱ったかについて、私は述べる必要があると考えます。なぜなら、遺産をめぐる訴訟において、私たちほど不法な扱いを受けた者は他に誰もいないと思うからです。
ἐπειδὴ γὰρ ἐτελεύτησεν ὁ Λεωκράτης καὶ ἡ ταφὴ ἐγένετο αὐτῷ, πορευομένων ἡμῶν εἰς τὰ κτήματα διὰ τὸ ἄπαιδά τε τὸν ἄνδρα καὶ ἄγαμον τετελευτηκέναι, ἐξήγαγε Λεώστρατος οὑτοσὶ φάσκων αὑτοῦ εἶναι. καὶ ὅτι μὲν ποιεῖν τι τῶν νομιζομένων ἐκώλυσεν ἡμᾶς τῷ τετελευτηκότι, πατὴρ ὢν αὐτὸς ἐκείνου, ἴσως ἔχει λόγον, καίπερ ὄντος παρανόμου τοῦ ἔργου· τῷ γὰρ φύσει ὄντι πατρὶ τῆς ταφῆς τὴν ἐπιμέλειαν παραδίδοσθαι εἰκός ἐστιν, ἔπειτα μέντοι καὶ τοῖς οἰκείοις ἡμῖν, ὧν ἦν συγγενὴς κατὰ τὴν ποίησιν ὁ τετελευτηκώς.
というのも、レオクラテスが亡くなり、彼の葬儀が行われた後、その男が子もなく未婚のまま亡くなったために私たちがその所領へと向かったところ、ここにいるレオストラトスが、それらは自分のものであると主張して、私たちを追い出したからです。そして、彼自身が故人の父親である以上、亡くなった者に対して私たちが慣習的な儀礼を行うのを彼が妨げたことには、たとえその行為が違法なものであったとしても、おそらくもっともな理由があると言えるかもしれません。というのも、埋葬の世話は、血のつながった実の父親に委ねられるのが自然であり、しかしその次には、養子縁組を通じて故人が親族であった私たち親族に委ねられるべきだからです。
ἐπεὶ δὲ τὰ νομιζόμενα ἐγένετο, κατὰ ποῖον νόμον φανεῖται ἐρήμου ὄντος τοῦ οἴκου τοὺς ἐγγυτάτω γένους ἡμᾶς ἐξαγαγὼν ἐκ τῆς οὐσίας; ὅτι νὴ Δία πατὴρ ἦν τοῦ τετελευτηκότος. ἀπεληλυθώς γʼ3 εἰς τὸν πατρῷον οἶκον καὶ οὐκέτι τῆς οὐσίας ἐφʼ ᾗ ἐγκατέλιπεν τὸν υἱόν, κύριος ὤν· εἰ δὲ μή, τί τῶν νόμων ὄφελος;
しかし、慣習的な儀礼が終わった後、その家が断絶しているにもかかわらず、最も近い親族である私たちをその財産から追い出したことは、いかなる法律に基づくというのでしょうか。「なぜなら、ゼウスにかけて、彼は亡くなった者の父親だったからだ」と(言うつもりでしょうか)。父親の家に戻ってしまい、もはや自分が息子を残してきたあの財産に対して、何の権利も持っていないというのに、ですか。もしそうでなければ、法律に何の役に立つというのでしょうか。
- 26τοῦ μὲν
先行する τῷ εἰσποιητῷ Λεωκράτει を指す属格。ὁ πατὴρ に係り、「彼(レオクラテス)の父親」を意味する。
- 29μὴ κομίσασθαι
前文の τί γὰρ δεῖ ποιεῖν ἡμᾶς; の主動詞 δεῖ に依存する不定詞。否定辞 μή を伴い、「私たちは自分たちの財産をいつまでも取り戻せないままでいるべきだろうか」という強い反語的疑問を表す。
- 33ἀπεληλυθώς γʼ
相手側の想定される抗弁に対する再反論(反語)を導く分詞。すでに本来の家に戻り、当該の財産に対する権利を失っていることを強調する。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(1 件・最終 2026-09-22)
- 2026-09-22 AI校閲 — 原文 1 件
