Humanitext Reader

狄摩西尼 · 控诉法尼普斯 §27-32

控告费尼普斯虚报债务与对陪审员的呼吁

第 5 段,共 5 段 · 希腊语

内容简介

演说者指责费尼普斯捏造对其母亲持参金的债务以及其他虚假债务,以此伪造财产申报并逃避财产交换。他请求陪审员救助因矿业而陷入困境的自己,而不放过欺骗城邦的富人费尼普斯。

§27ἐπίσχες.
停。
αὕτη ἐστίν, ὦ ἄνδρες δικασταί, ἡ Ἀριστονόη τοῦ Φιλοστράτου θυγάτηρ, μήτηρ δὲ τουτουί.
诸位陪审员,这位便是菲洛斯特拉托斯之女、此人的母亲阿里斯托诺埃。
ταύτῃ χρέως φησὶν ὀφείλεσθαι Φαίνιππος τὴν προῖκα, ἧς οἱ νόμοι κύριον τοῦτον ποιοῦσιν, ψευδόμενος καὶ οὐ δικαίως χρώμενος τῇ ἀποφάσει.
费尼普斯声声称欠她一份持参金作为债务,然而法律规定他自己才是这份持参金的主人,他是在撒谎,并且不公正地利用了这份申报书。
διὰ τί γὰρ ἐγώ, Φαίνιππε, μενούσης μοι τῆς μητρὸς ἐν τῷ οἴκῳ καὶ ζώσης καὶ προῖκα ἐπενεγκαμένης, οὐκ ἀπογράφω τὴν προῖκα χρέως αὐτῇ, οὐδὲ παρακρούομαι τοὺς δικαστάς, ἀλλʼ ἐῶ μετέχειν τῶν ἐμαυτοῦ τὴν μητέρα, ἄν τε τὴν Φαινίππου ἄν τε τὴν ἐμαυτοῦ ἔχω οὐσίαν;
因为,费尼普斯啊,为什么在我的母亲仍留在我的家中、依然在世且带了持参金来的情况下,我却没有将这份持参金登记为对她的债务,也没有欺骗陪审员,而是让我的母亲共享我的财产,无论我是拥有费尼普斯的财产还是我自己的财产?
ὅτι οἱ νόμοι ταῦτα κελεύουσιν, ὦ βέλτιστε· σὺ δὲ πάντα ποιεῖς παρὰ τοὺς νόμους.
因为法律是这样命令的,你这个优秀的家伙;而你做的一切都违反了法律。
λέγʼ ἕτερον.
请读另一个。
ΑΠΟΦΑΣΙΣ.
申报书。
§28ἀκούετε, ὦ ἄνδρες δικασταί·
诸位陪审员,请听。
Παμφίλῳ φησὶν καὶ Φειδόλεῳ Ῥαμνουσίοις κοινῇ τάλαντον ἐνοφείλειν καὶ Αἰαντίδῃ Φλυεῖ τετρακισχιλίας καὶ Ἀριστομένει Ἀναγυρασίῳ τέτταρας καὶ δέκα μνᾶς.
他声称共同欠下拉姆努斯区的潘菲洛斯和斐多莱奥斯一塔兰特,欠下普利亚区的埃安提德斯四千德拉克马,以及欠下阿纳居鲁斯区的阿里斯托梅内斯十四米纳。
διὰ τί οὖν, Φαίνιππε, ὅτε μὲν ἐγὼ μάρτυρας ἔχων ἠρώτων σε, εἴ τι ὀφείλεις ἐπὶ τῇ ἐσχατιᾷ, καὶ ἐκέλευον δεῖξαι ὅρον εἴ που ἔπεστι, καὶ διεμαρτυρόμην ὅπως μή μοι ὕστερον κατεσκευασμένοι δανεισταὶ φανήσονται, τότε μὲν οὐδὲν ἀπέφηνας τῶν χρεῶν, ἐπειδὴ δὲ δευτέρῳ μηνὶ τὴν ἀπόφασιν ἔδωκάς μοι, τοῦ νόμου κελεύοντος τριῶν ἡμερῶν, νῦν ἥκουσι δανεισταὶ καὶ ὀφειλήματα πλέον ἢ τριῶν ταλάντων;
那么,费尼普斯啊,为什么当我带着证人询问你,你是否在这片领地上负有债务,并要求你出示任何地方可能立着的抵押碑,而且为了防止以后出现捏造的债权人而作证时,你当时没有申报任何债务,而现在,尽管法律规定是在三天之内,你却在第二个月才把申报书交给我,结果现在就出现了债权人以及超过三塔兰特的债务?
§29ὅτι, ὦ βέλτιστε, οὐδὲν ἄλλο κατασκευάζεις ἢ ὅσονπερ κοινῇ γέγονέ μοι πρὸς τὴν πόλιν ὄφλημα, τοσοῦτο καὶ σοὶ ἰδίᾳ νῦν εἶναι.
因为,你这个优秀的家伙,你正在捏造的事情别无其他,无非是:我欠下城邦的公共债务有多少,你现在个人的债务也刚好有那么多。
ὅτι δʼ, ὦ Φαίνιππε, ψεύδει καὶ ἐπιωρκηκὼς ἥκεις πρὸς τούτους, ἤδη φανερῶς ἐλέγξω.
但是,费尼普斯,你撒了谎,而且在这些人面前犯了伪证罪来到这里,我现在就会清楚地证明这一点。
λαβέ μοι, γραμματεῦ, τὴν τοῦ Αἰαντίδου καὶ Θεοτέλους μαρτυρίαν, οἷς οὗτος ἀπογέγραφεν ὀφείλονθʼ αὑτὸν τετρακισχιλίας δραχμὰς ψευδόμενος καὶ πάλαι ἀποδεδωκώς, οὐχ ἑκών, ἀλλὰ δίκην ὀφλών.
书记官,请帮我拿来埃安提德斯和狄奥特莱斯的证言,此人申报自己欠了他们四千德拉克马,这是撒谎,因为他早就还清了——并非出于自愿,而是因为输了官司。
λέγε.
请读。
ΜΑΡΤΥΡΙΑ.
证言。
§30ἔπειτʼ, ἄνδρες δικασταί, τὸν οὕτω καταφανῶς ἐν ἅπασιν ἀδίκως πεποιημένον τὴν ἀπόφασιν, καὶ μήτε τῶν νόμων φροντίσαντα μηδέν, οἳ διωρίκασιν ἐν οἷς δεῖ τὴν ἀπόφασιν ποιεῖσθαι χρόνοις, μήτε τῶν ἰδίων ὁμολογιῶν, ἃς ὁμοίως ὑπολαμβάνομεν ἰσχυράς, χωρὶς δὲ τούτων ἀνεῳχότα τὰ σημεῖα τῶν οἰκημάτων καὶ ἐκπεφορηκότα τὸν σῖτον καὶ τὸν οἶνον ἔνδοθεν, πρὸς δὲ τούτοις τὴν ὕλην τὴν τετμημένην πεπρακότα μετὰ τὴν ἀντίδοσιν, πλέον ἢ τριάκοντα μνῶν οὖσαν ἀξίαν, καὶ τὸ πάντων μέγιστον, χρέα ψευδῆ κατεσκευακότα τῆς ἀντιδόσεως ἕνεκα, τοῦτον δικαίως ψηφιεῖσθε πεποιῆσθαι τὴν ἀπόφασιν;
那么,诸位陪审员,对于这样一个在所有方面都如此明显地做出了不公正申报,既不理会规定了申报期限的法律,也不理会我们同样认为具有约束力的私人协议,此外还私自开封房屋并运走里面的粮食和葡萄酒,而且在财产交换发起之后,卖掉了价值三十多米纳的已砍伐木材,最严重的是,为了逃避交换而捏造了虚假债务的人,你们会投票裁定他做出了公正的申报吗?
μηδαμῶς, ὦ ἄνδρες δικασταί.
绝不如此,诸位陪审员。
§31ποῖ γὰρ τραπέσθαι δεήσει διαμαρτόντα τῆς ὑμετέρας γνώμης, ὅταν οἱ πλούσιοι καὶ μηδὲν ὑμῖν πώποτε χρήσιμοι γεγενημένοι, πολὺν καὶ σῖτον καὶ οἶνον ποιοῦντες καὶ τοῦτον τριπλασίας τιμῆς ἢ πρότερον διατιθέμενοι, πλεονεκτῶσιν παρʼ ὑμῖν;
因为,如果得不到你们的公正判决,当那些富有却从未对你们有过任何用处、生产大量粮食和葡萄酒并以以前三倍的价格出售的人在你们中间占便宜时,我将不得不投向何处?
ὃ μηδαμῶς νυνὶ γενέσθω, ἀλλʼ ὥσπερ καὶ κοινῇ πᾶσιν βεβοηθήκατε τοῖς ἐν τοῖς ἔργοις ἐργαζομένοις, οὕτω καὶ ἰδίᾳ βοηθήσατέ μοι νῦν.
现在绝不要让这种事情发生,相反,正像你们曾公开帮助所有在矿山工作的人一样,现在也请在私人层面上帮助我。
§32καὶ γὰρ εἰ οἰκέτης ὑμῶν, μὴ πολίτης ἦν, ὁρῶντες ἄν μου τὴν φιλεργίαν καὶ τὴν εἰς ὑμᾶς εὔνοιαν, ἀνεπαύσατʼ ἄν με τῶν ἀναλωμάτων καὶ ἐπὶ τὸν δραπετεύοντα τῶν ἄλλων ἤλθετε.
因为即使我是你们的奴隶而不是公民,看到我的勤劳以及对你们的善意,你们也会免除我的这些开支,转而去追究其他试图逃避责任的人。
τὸν αὐτὸν τρόπον καὶ νῦν, ἐπειδὰν ἀποτείσω τὰ τρία τάλανθʼ ἃ ὦφλον καὶ ἀναλάβω ἐμαυτόν, πάλιν ἀναπαύσαντες τῶν τεταλαιπωρηκότων ἕτερον ἐπʼ ἔμʼ ἥξετε· νῦν δʼ ἄφετε, ἱκετεύω πάντας ὑμᾶς, ἄνδρες δικασταί, καὶ τὰ δίκαιʼ εἰρηκὼς δέομαι βοηθῆσαί μοι καὶ μή με περιελαθέντα περιιδεῖν ὑπὸ τούτων.
同样地,现在,当我付清了被判罚的三塔兰特并得以恢复元气之后,你们可以在让那些精疲力竭的人中的另一个得到休息后,再次来找我;但现在,诸位陪审员,我乞求你们所有人,放免我吧,既然我已经说了公正的话,我请求你们帮助我,不要看着我被这些人逼入绝境而坐视不管。

词汇与语法注释

  1. §27ἧς οἱ νόμοι κύριον τοῦτον ποιοῦσιν — 关系代词 `ἧς` 与其先行词 `τὴν προῖκα`(阴性单数)一致,由于名词(或形容词)`κύριον`(支配者、管理者)支配属格,因而使用属格。
  2. §27μενούσης μοι τῆς μητρὸς — 以 `τῆς μητρὸς` 为逻辑主语的属格独立分词结构。与格 `μοι` 起到领属/关涉与格(“我的母亲”)或伦理与格的作用。
  3. §29τοσοῦτο καὶ σοὶ ἰδίᾳ νῦν εἶναι — 不定式 `εἶναι` 构成了以对格 `τοσοῦτο` 为逻辑主语的对格不定式结构,作为主句动词 `κατασκευάζεις`(捏造、策划)的宾语。
  4. §30τοῦτον δικαίως ψηφιεῖσθε πεποιῆσθαι — 从句首的 `τὸν οὕτω...` 开始的长对格名词短语,被后文的指示代词 `τοῦτον` 重新引出,整体构成了对格不定式结构的逻辑主语,该结构由完成时中被动不定式 `πεποιῆσθαι` 构成,隶属于动词 `ψηφιεῖσθε`(你们会投票裁定……吗)。
  5. §32εἰ οἰκέτης ὑμῶν, μὴ πολίτης ἦν ... ἀνεπαύσατʼ ἄν — 表示与事实相反的虚拟条件句。条件从句(`εἰ` + 直陈式未完成过去时 `ἦν`)对应主句中带有语气词 `ἄν` 的直陈式过去时动词 `ἀνεπαύσατε` 和 `ἤλθετε`,意为“如果我(实际并非如此)曾是你们的奴隶,你们本会……”。

引用这一段

狄摩西尼, 控诉法尼普斯 §27-32. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg042.humanitext-grc2:27-32

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。