Humanitext Reader

狄摩西尼 · 控诉法尼普斯 §13-19

谴责撕毁协议与移交领地的妥协提案

第 3 段,共 5 段 · 希腊语

内容简介

说话人解释说,当事双方协议推迟法律期限是合法且常见的,并指责费尼普斯违反了他们的协议。随后,他提出了一项大胆的妥协方案:如果领地能以最初无债且恢复被运走财物的状态移交,他愿意放弃所有其他财产和矿山。

§13καίτοι, ὦ ἄνδρες δικασταί, τίς οὐκ οἶδεν ὑμῶν, ὅτι ὁμοίως ἥ τε ἐν τῷ νόμῳ γεγραμμένη κυρία ἐστὶν ἡμέρα καὶ ἡ ὑπὸ τῶν ἀντιδίκων συγχωρηθεῖσα;
然而,诸位陪审员,你们中间有谁不知道,诉讼当事人双方协议同意的日子与法律上写的日子同样具有法律效力呢?
πολλάκις γὰρ ἔν τε τοῖς νόμοις γεγραμμένης τριακοστῆς ἡμέρας ἑτέραν ἡμῖν αὐτοῖς συγχωρήσαντες ἐθέμεθα, παρά τε ταῖς ἀρχαῖς ἁπάσαις καὶ δίκας καὶ κρίσεις ἀναβάλλονται τοῖς ἀντιδίκοις οἱ ἄρχοντες συγχωρησάντων ἐκείνων ἀλλήλοις·
因为我们常常在法律规定第三十天时,通过相互协商为自己另定一天;而且在所有官署前,只要当事人双方达成协议,官员们就会为他们推迟民事诉讼和刑事审判。
ὧν εἴ τις ἄκυρον ἡγήσαιτο δεῖν εἶναι τὴν πρὸς ἀλλήλους ὁμολογίαν, μισήσαιτʼ ἂν αὐτὸν ὡς ὑπερβάλλοντα συκοφαντίᾳ.
在这些事情中,如果有人认为彼此的协议应当无效,人们定会痛恨他,视其为滥诉敲诈到了极点。
§14Φαίνιππος τοίνυν, ὥσπερ τοῦ νόμου προστάττοντος μηδὲν ποιεῖν ὧν ἂν ὁμολογήσῃ τις, ἀπʼ ἐκείνης τῆς ἡμέρας, ἀφʼ ἧς ὡμολόγησεν ἐπί τε τὰς διαλύσεις ἀπαντήσεσθαι καὶ τὴν ἀπόφασίν μοι τὴν αὑτοῦ δώσειν καὶ τὴν παρʼ ἐμοῦ λήψεσθαι, οὐδεπώποτʼ ἀπήντησεν·
因此,费尼普斯就像法律命令他绝不要履行任何协议一样,自那天他同意会面进行和解、向我提交并接受我的财产清单之日起,就再也没有露面。
ἀλλʼ ἐγὼ μὲν ἐπειδὴ τοῦτον ἑώρων οὐ προσέχοντά μοι τὸν νοῦν οὐδὲ τοῖς νόμοις, εἰς τὸ στρατήγιον ἔδωκα τὴν ἀπόφασιν, οὗτος δέ, ὅπερ καὶ μικρῷ πρότερον εἶπον, πρῴην ἔδωκέ μοι βιβλίον, οὐδὲν ἄλλο βουλόμενος ἢ δοκεῖν μὲν δεδωκέναι τὴν ἀπόφασιν, μὴ ἔχειν δέ με τοῖς ἐν αὐτῷ γεγραμμένοις ὅ τι χρήσομαι.
而当我看到他既不理会我也不理会法律时,我便将我的清单提交给了将军的官署。 但他呢,正如我刚才所说,直到前天才交给我一份文件,他无非是想显得自己已经提交了清单,却让我对其中所写的内容无从利用。
§15χρὴ δʼ, ὦ ἄνδρες δικασταί, μὴ τοῖς ἰσχυροτέραν νομίζουσι τῶν νόμων τὴν αὑτῶν βδελυρίαν εἶναι, πλέον τούτοις τοῦ δικαίου νέμειν (εἰ δὲ μή, πολλοὺς ποιήσετε τοὺς καταγελῶντας τῶν ἐν τοῖς νόμοις δικαίων γεγραμμένων), ἀλλʼ ἐκείνοις βοηθεῖν, οἵτινες ἂν τὴν τῶν νόμων φωνὴν ὑμετέραν εἶναι νομίζωσι, καὶ τὴν ἡμέραν ταύτην, τὴν εἰς τὸ δικαστήριον, ὑπὲρ τῶν ἠδικημένων εἶναι, μὴ τῶν ἠδικηκότων.
诸位陪审员,你们决不能把超出公义的利益给予那些认为自己的卑劣行径强于法律的人(否则,你们会使许多人嘲笑法律中所写的公义),而应当援助那些认为法律的声音就是你们的声音、且认为法庭上的今天应当是为了被侵害的人而不是为了侵害他人的人。
§16λέγε τῶν ἀρτίως εἰρημένων τὰς μαρτυρίας καὶ τοὺς νόμους.
请朗读有关刚才所说之事的证词和法律。
ΜΑΡΤΥΡΙΑΙ. ΝΟΜΟΙ. τοιαῦτα τοίνυν, ὦ ἄνδρες δικασταί, πεπονθὼς ἐγὼ ὑπὸ Φαινίππου ἀπεγραψάμην πρὸς τοὺς στρατηγοὺς ταύτην τὴν γραφήν.
证言。 法律。 诸位陪审员,我遭受了费尼普斯如此的对待,于是向将军们提交了这份控告书。
λέγε.
请朗读。
ΓΡΑΦΗ.
控告书。
§17πῶς οὖν ἄλλως πρὸς τῶν θεῶν καὶ δαιμόνων, ὦ ἄνδρες δικασταί, ἐπιδεικνύειν ὑμῖν δεῖ Φαίνιππον ἔνοχον ὄντα τοῖς ἀνεγνωσμένοις ἢ ὅνπερ τρόπον ἐγὼ νῦν ἐπιδεικνύω;
那么,诸位陪审员,凭着众神与神明起誓,我除了用我现在所用的方式之外,还能用什么别的方式向你们证明费尼普斯触犯了读过的法律呢?
ἀλλʼ ὅμως ἐμὲ ἀντεγράψατο Φαίνιππος μὴ δικαίως ἀποφαίνειν τὴν οὐσίαν·
然而,费尼普斯却反诉我,声声我没有公正地申报财产。
οὕτω τὸ πρὸς ὑμᾶς ψεύδεσθαι τοῖς τοιούτοις ῥᾴδιόν ἐστιν·
对这种人来说,对你们撒谎是多么容易的事啊!
καὶ κατηγορεῖ τοῦ ὅρκου ὃν ὤμοσα πρὸ τῆς ἀποφάσεως, λέγων ὅτι πλὴν τῶν ἐν τοῖς ἔργοις ὑπεσχόμην ἀποφαίνειν τὴν ἄλλην οὐσίαν, ὥσπερ τὸ κατὰ τοὺς νόμους ὀμνύειν, τοῦτʼ ἄξιον κατηγορίας ὄν.
他还非难我在申报前所立的誓言,说我承诺申报除矿山事业之外的其他财产,仿佛依法宣誓是一件值得指责的事似的。
§18ὑμεῖς δʼ ἴστε, ὦ ἄνδρες δικασταί (ὑμεῖς γὰρ ἔθεσθε) τὸν νόμον, ὃς διαρρήδην οὕτω λέγει, τοὺς δʼ ἀντιδιδόντας ἀλλήλοις, ὅταν ὀμόσαντες ἀποφαίνωσι τὴν οὐσίαν, προσομνύειν τόνδε τὸν ὅρκον ἀποφαίνω τὴν οὐσίαν τὴν ἐμαυτοῦ ὀρθῶς καὶ δικαίως, πλὴν τῶν ἐν τοῖς ἔργοις τοῖς ἀργυρείοις, ὅσα οἱ νόμοι ἀτελῆ πεποιήκασι .
但是诸位陪审员,你们自己知道这项法律(因为是你们制定的),它明确这样规定: “相互进行财产交换的人,在宣誓申报财产时,应加誓如下: ‘我正确且公正地申报我自己的财产,但银山事业中被法律免税的部分除外。
§19μᾶλλον δὲ λέγε τὸν νόμον αὐτόν.
’” 不如请读法律本身。
μικρὸν μὲν οὖν ἱκετεύω ἐπίσχες.
不过,我请求你们稍微等一下。
ἐγὼ γὰρ καὶ πρότερον προὐκαλεσάμην Φαίνιππον, καὶ νῦν, ὦ ἄνδρες δικασταί, δίδωμι αὐτῷ δωρεὰν καὶ ἀφίσταμαι μετὰ τῆς ἄλλης οὐσίας καὶ τῶν ἐν τοῖς ἔργοις, ἐάν μοι τὴν ἐσχατιὰν μόνην ἐλευθέραν παραδῷ, ὥσπερ ἦν ὅτʼ ἐγὼ τὸ πρῶτον ἦλθον εἰς αὐτὴν μετὰ μαρτύρων, καὶ ἐάν, ὃν ἐξῆχεν ἐκ τῶν οἰκημάτων σῖτον καὶ οἶνον καὶ τἄλλα, ἀφελὼν ἀπὸ τῶν θυρῶν τὰ σημεῖα, ταῦτα πάλιν εἰς ταὐτὸ καταστήσῃ.
因为我以前曾向费尼普斯提出过挑战,现在,诸位陪审员,我仍向他做出让步,如果他能把那个领地单独无债地移交给民,就像我最初带着证人去那里时一样,并且如果他能把从门上揭去封印、从房屋中运走的大麦、葡萄酒及其他物品重新放回原处,我愿意连同其他财产以及矿山事业中的资产一并放弃,全部让给他。

词汇与语法注释

  1. 13ὧν — 指代前文“当事者双方达成协议”等情况的连接性关系代词(中性复数属格)。它构成了条件句的前提,意为“在这些事情中”。
  2. 14μὴ ἔχειν δέ με τοῖς ἐν αὐτῷ γεγραμμένοις ὅ τι χρήσομαι — “ἔχω + 疑问词 + 将来时直陈语气”的句式,表示“没有可以……的(即不知道该如何……)”这一无法处理的困境。此处 `με` 是不定式的动名主语,而 `τοῖς γεγραμμένοις` 是由 `χρήσομαι`(支配与格)引导的补语。
  3. 15καὶ τὴν ἡμέραν ταύτην ... εἶναι — 不定式 `εἶναι` 是主句中受 `χρή` 支配的两个不定式(另一个是 `βοηθεῖν`)中的第二个,其逻辑主语是宾格的 `τὴν ἡμέραν ταύτην`。
  4. 17τοῦτʼ ἄξιον κατηγορίας ὄν — 由 `ὥσπερ` 引导的宾格绝对 (accusative absolute) 结构(`ὄν` 为中性单数宾格分词),与无人称形容词 `ἄξιον` 连用,表达一种假设:“仿佛这是一件值得指责的事似的”。

引用这一段

狄摩西尼, 控诉法尼普斯 §13-19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg042.humanitext-grc2:13-19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。