§1τοῖς μὲν ἐμπόροις, ὦ ἄνδρες δικασταί, καὶ τοῖς ναυκλήροις κελεύει ὁ νόμος εἶναι τὰς δίκας πρὸς τοὺς θεσμοθέτας, ἐάν τι ἀδικῶνται ἐν τῷ ἐμπορίῳ ἢ ἐνθένδε ποι πλέοντες ἢ ἑτέρωθεν δεῦρο, καὶ τοῖς ἀδικοῦσιν δεσμὸν ἔταξεν τοὐπιτίμιον, ἕως ἂν ἐκτείσωσιν ὅ τι ἂν αὐτῶν καταγνωσθῇ, ἵνα μηδεὶς ἀδικῇ μηδένα τῶν ἐμπόρων εἰκῇ.
裁判官们,法律规定,对于交易商人和船主,如果在交易港内,或者从这里航行到某处,或者从别处航行到这里时遭受任何不公,其诉讼应当在司法官面前进行,并对违法者规定了监禁作为处罚,直到他们付清被判定指控的任何数额,以便没有任何人可以任意侵害任何交易商人。
§2τοῖς δὲ περὶ τῶν μὴ γενομένων συμβολαίων εἰς κρίσιν καθισταμένοις ἐπὶ τὴν παραγραφὴν καταφεύγειν ἔδωκεν ὁ νόμος, ἵνα μηδεὶς συκοφαντῆται, ἀλλʼ αὐτοῖς τοῖς τῇ ἀληθείᾳ ἀδικουμένοις τῶν ἐμπόρων καὶ τῶν ναυκλήρων αἱ δίκαι ὦσιν.
但是,对于因不存在的契约而被起诉的人,法律允许他们提起异议登记,以便没有任何人受到恶意告发,而是让诉讼权真正属于那些确实遭受不公的交易商人和船主。
καὶ πολλοὶ ἤδη τῶν φευγόντων ἐν ταῖς ἐμπορικαῖς παραγραψάμενοι κατὰ τὸν νόμον τουτονὶ καὶ εἰσελθόντες εἰς ὑμᾶς ἐξήλεγξαν τοὺς δικαζομένους ἀδίκως ἐγκαλοῦντας καὶ ἐπὶ τῇ προφάσει τοῦ ἐμπορεύεσθαι συκοφαντοῦντας.
在商事诉讼中,已经有许多被告根据这一法律提起异议,并来到你们面前,揭露了起诉者是在提出不公正的指控,并以经商为借口进行恶意告发。
§3ὁ μὲν οὖν μετὰ τούτου μοι ἐπιβεβουλευκὼς καὶ τὸν ἀγῶνα τουτονὶ κατεσκευακὼς προϊόντος τοῦ λόγου καταφανὴς ὑμῖν ἔσται·
因此,那个与此人一同图谋陷害我并制造了这场诉讼的人,随着辩论的展开,将会向你们显露出来。
ἐγκαλοῦντος δέ μοι Ἀπατουρίου τὰ ψευδῆ καὶ παρὰ τοὺς νόμους δικαζομένου, καὶ ὅσα μὲν ἐμοὶ καὶ τούτῳ ἐγένετο συμβόλαια, πάντων ἀπαλλαγῆς καὶ ἀφέσεως γενομένης, ἄλλου δὲ συμβολαίου οὐκ ὄντος ἐμοὶ πρὸς τοῦτον, οὔτε ναυτικοῦ οὔτʼ ἐγγείου, παρεγραψάμην τὴν δίκην μὴ εἰσαγώγιμον εἶναι κατὰ τοὺς νόμους τουτουσί.
但是,由于阿パトゥリオス对我提出虚假指控并违反法律提起诉讼,且我和他之间曾经存在的所有契约均已通过免除和和解而了结,我和他之间再无其他契约,无论是海上的还是陆上的,我根据这些法律提起异议,指明该诉讼是不可受理的。
ΝΟΜΟΙ.
法律。
§4ὡς τοίνυν παρὰ τοὺς νόμους τούτους εἴληχέ μοι τὴν δίκην Ἀπατούριος καὶ τὰ ψευδῆ ἐγκέκληκεν, ἐκ πολλῶν ὑμῖν τοῦτʼ ἐπιδείξω.
因此,关于阿パトゥリオ斯违反这些法律对我提起诉讼并提出虚假指控,我将通过许多事实向你们证明。
ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, πολὺν ἤδη χρόνον ἐπὶ τῆς ἐργασίας ὢν τῆς κατὰ θάλατταν, μέχρι μέν τινος αὐτὸς ἐκινδύνευον, οὔπω δὲ ἔτη ἐστὶν ἑπτὰ ἀφʼ οὗ τὸ μὲν πλεῖν καταλέλυκα, μέτρια δʼ ἔχων τούτοις πειρῶμαι ναυτικοῖς ἐργάζεσθαι.
因为,裁判官们,我长期从事海上贸易业务,在一定时期内我自己也曾冒险航行,但自从我停止航行以来还不到七年,我用手头微薄的资金,尝试通过这些海上资金来开展业务。
§5διὰ δὲ τὸ ἀφῖχθαι πολλαχόσε καὶ διὰ τὸ εἶναί μοι τὰς διατριβὰς περὶ τὸ ἐμπόριον γνωρίμως ἔχω τοῖς πλείστοις τῶν πλεόντων τὴν θάλατταν· τούτοις δὲ τοῖς ἐκ Βυζαντίου καὶ πάνυ οἰκείως χρῶμαι διὰ τὸ ἐνδιατρῖψαι αὐτόθι.
由于曾去过许多地方,且我的活动一直围绕着交易港,我与大多数在海上航行的人都很熟悉;由于曾滞留于拜占庭,我与来自那里的人关系尤为亲密。
ἔχοντος δέ μου οὕτως ὡς λέγω, κατέπλευσαν δεῦρο τρίτον ἔτος οὗτός τε καὶ πολίτης αὐτοῦ Παρμένων, Βυζάντιος μὲν τὸ γένος, φυγὰς δʼ ἐκεῖθεν.
正如我所说,在我的情况如此时,前年,此人和他的同胞帕尔农乘船抵达这里,帕尔农是拜占庭人,但从那里流亡出来。
§6προσιόντες δέ μοι ἐν τῷ ἐμπορίῳ οὗτος καὶ ὁ Παρμένων ἐμνήσθησαν περὶ ἀργυρίου.
在交易港,此人和帕尔农向我走来,提到了钱的事。
ἔτυχεν δὲ οὑτοσὶ ὀφείλων ἐπὶ τῇ νηὶ τῇ ἑαυτοῦ τετταράκοντα μνᾶς, καὶ οἱ χρῆσται κατήπειγον αὐτὸν ἀπαιτοῦντες καὶ ἐνεβάτευον εἰς τὴν ναῦν, εἰληφότες τῇ ὑπερημερίᾳ.
当时,此人因自己的船只而欠下四十米纳,债权人正紧迫地向他索要,并且因为债务逾期,他们正要占领这艘船。
ἀπορουμένῳ δʼ αὐτῷ μνᾶς μὲν δέκα ὁ Παρμένων ὡμολόγησεν δώσειν, τριάκοντα δὲ μνᾶς ἐδεῖτό μου οὗτος συνευπορῆσαι, αἰτιώμενος τοὺς χρήστας ἐπιθυμοῦντας τῆς νεὼς διαβεβληκέναι αὑτὸν ἐν τῷ ἐμπορίῳ, ἵνα κατάσχωσι τὴν ναῦν εἰς ἀπορίαν καταστήσαντες τοῦ ἀποδοῦναι τὰ χρήματα.
在他困难之际,帕尔农同意给他十米纳,而此人恳求我帮他筹集三十米纳,并指责债权人觊觎他的船,在交易港中中伤他,以便使他陷入无力偿还资金的境地,从而霸占这艘船。
§7ἐμοὶ μὲν οὖν οὐκ ἔτυχεν παρὸν ἀργύριον, χρώμενος δὲ Ἡρακλείδῃ τῷ τραπεζίτῃ ἔπεισα αὐτὸν δανεῖσαι τὰ χρήματα λαβόντα ἐμὲ ἐγγυητήν.
我当时手头并没有现钱,但作为银行家赫拉克莱德斯的客户,我劝说他借出这笔钱,并由我担任担保人。
ἤδη δὲ τῶν τριάκοντα μνῶν πεπορισμένων, ἔτυχεν προσκεκρουκώς τι τούτῳ ὁ Παρμένων· ὡμολογηκὼς δʼ εὐπορήσειν αὐτῷ δέκα μνᾶς, καὶ τούτων δεδωκὼς τὰς τρεῖς, διὰ τὸ προειμένον ἀργύριον ἠναγκάζετο καὶ τὸ λοιπὸν διδόναι.
当这三十米纳已经筹齐时,帕尔农碰巧与此人发生了一些冲突;但由于帕尔农曾同意提供十米纳,且已经支付了其中的三米纳,因为之前已经预付了资金,他不得不把剩下的也给付。
§8αὐτὸς μὲν οὖν διὰ τοῦτο οὐκ ἐβούλετο ποιήσασθαι τὸ συμβόλαιον, ἐμὲ δʼ ἐκέλευεν πρᾶξαι ὅπως αὐτῷ ὡς ἀσφαλέστατα ἕξει.
因此,帕尔农本人因为这个原因不想亲自订立契约,而是要求我来办理,以确保对他来说最为安全。
λαβὼν δὲ τὰς ἑπτὰ μνᾶς παρὰ τοῦ Παρμένοντος, καὶ τὰς τρεῖς ἃς προειλήφει οὗτος παρʼ ἐκείνου, ἀνθομολογησάμενος πρὸς τοῦτον, ὠνὴν ποιοῦμαι τῆς νεὼς καὶ τῶν παίδων, ἕως ἀποδοίη τάς τε δέκα μνᾶς ἃς διʼ ἐμοῦ ἔλαβεν, καὶ τὰς τριάκοντα ὧν κατέστησεν ἐμὲ ἐγγυητὴν τῷ τραπεζίτῃ.
在从帕尔农那里拿到七米纳,以及此人此前从帕尔农那里拿到的三米纳后,我与此人达成协议,买下了这艘船和奴隶们,直到他偿还通过我得到的十米纳,以及我为他在银行家面前作保的三十米纳。
καὶ ὡς ἀληθῆ λέγω, ἀκούσατε τῶν μαρτυριῶν.
为了证明我说的是实话,请听证言。
ΜΑΡΤΥΡΙΑΙ.
证言。