Humanitext Reader

狄摩西尼 · 控诉奥涅托尔二 §9-14

嫁妆金额的矛盾与债务担保的证明

第 2 段,共 2 段 · 希腊语

内容简介

德摩斯梯尼通过揭示奥内托尔在嫁妆金额上前后不一致的表态,戳穿了其虚伪与伪誓的可能。他指出奥内托尔为阿福布斯提供债务担保恰恰证明了未付嫁妆之事实,并驳斥了其关于设立抵押标志时间的说辞,最后强调在两家联姻前,阿福布斯就已非法占有了他长达十年的财产。

§9ἄξιον τοίνυν καὶ τὸν ὅρκον, ὁποῖόν τινʼ ἂν ὤμοσεν, εἴ τις ἔδωκεν, ἐκ τούτων ἰδεῖν.
因此,如果有人曾给过嫁妆,他会立下怎样的誓言,从这些事中来考察一下也是值得的。
ὃς γὰρ ὀγδοήκοντα μνᾶς ἔφη τὴν προῖκʼ εἶναι, εἰ τότʼ αὐτῷ τις ἔδωκεν, ὀμόσαντι ταῦτʼ ἀληθῆ λέγειν, κομίσασθαι, τί ἐποίησεν ἄν;
因为,对于那个曾声称嫁妆是八十米纳的人,如果当时有人向他提供,条件是他必须发誓这是真话才能领回,他会怎么做呢?
ἢ δῆλον ὅτι ὤμοσεν;
难道不是很显然他会发誓吗?
τί γὰρ καὶ λέγων οὐ φήσει τότʼ ἂν ὀμόσαι, νῦν γε τοῦτʼ ἀξιῶν;
因为他究竟能说什么来否认自己当时会发誓呢,既然他现在正是这样要求的?
οὐκοῦν ὅτι γʼ ἐπιώρκησεν ἄν, ἑαυτὸν ἐξελέγχει· νῦν γὰρ οὐκ ὀγδοήκοντα μνᾶς, ἀλλὰ τάλαντον δεδωκέναι φησίν.
因此,他自证了自己当时会犯下伪誓罪;因为他现在说自己给的不是八十米纳,而是一塔兰同。
τί μᾶλλον ἂν οὖν εἰκότως τις αὐτὸν ἐκεῖνʼ ἐπιορκεῖν ἢ τάδʼ ἡγοῖτο;
那么,人们有什么理由认为他那次的誓言比这次的更像是伪誓呢?
ἢ τίνα τις δικαίως ἂν ἔχοι περὶ τούτου διάνοιαν, τοῦ ῥᾳδίως οὕτως αὑτὸν ἐξελέγχοντος ὄντʼ ἐπίορκον;
或者,对于这个如此轻易地自证为伪誓者的人,人们能得出怎样公正的看法呢?
§10ἀλλὰ νὴ Δίʼ ἴσως οὐχὶ πάντʼ αὐτῷ τοιαῦτα πέπρακται, οὐδὲ πανταχόθεν δῆλός ἐστι τεχνάζων.
但是,凭宙斯起誓,也许他的所作所为并非全都是这样,也并非从每一个角度都显而易见地在耍弄诡计。
ἀλλὰ καὶ τιμώμενος φανερὸς γέγονεν ὑπὲρ Ἀφόβου ταλάντου, καὶ τοῦτʼ αὐτὸς ἡμῖν ἀποδώσειν ἐγγυώμενος.
但他也被表明曾为阿福布斯担保了一塔兰同,并且亲自向我们保证支付这笔款项。
καίτοι σκέψασθʼ ὅτι τοῦτʼ ἔστι τεκμήριον οὐ μόνον τοῦ τὴν γυναῖκα συνοικεῖν Ἀφόβῳ καὶ τοῦτον οἰκείως ἔχειν, ἀλλὰ καὶ τοῦ μὴ δεδωκέναι τὴν προῖκα.
然而,请注意,这不仅证明了该女子与阿福布斯同居、此人与其关系亲密,也证明了他没有给过嫁妆。
§11τίς γὰρ ἀνθρώπων ἠλίθιός ἐστιν οὕτως ὥστʼ ἀργύριον μὲν δοὺς τοσοῦτον, ἔπειθʼ ἓν λαβὼν χωρίον ἀμφισβητούμενον εἰς ἀποτίμησιν, σὺν οἷς πρότερον ἐζημίωτο, τὸν ἀδικήσανθʼ ὡς δίκαιόν τι ποιήσοντα καὶ τοῦ τῆς δίκης ὀφλήματος προσεγγυήσασθαι;
因为世人中有谁会如此愚蠢,在支付了如此巨额的资金后,仅得到一块有争议的土地作为抵押,在加上他先前蒙受的损失之余,还去为那个伤害他的人担保诉讼的判决债务,仿佛后者会做出什么公正的事一样?
ἐγὼ μὲν οὐδένʼ οἶμαι.
依我看,一个也没有。
καὶ γὰρ οὐδὲ λόγον τὸ πρᾶγμʼ ἔχον ἐστίν, τὸν αὐτὸν αὑτῷ μὴ δυνάμενον κομίσασθαι τάλαντον, τοῦτον ἄλλῳ τινὶ φάσκειν ἀποτείσειν καὶ ταῦτʼ ἐγγυᾶσθαι.
事实上,一个连为自己领回一塔兰同都做不到的人,竟然声称自己要替别人偿还这笔钱并为此进行担保,这简直是不合情理的。
ἀλλὰ καὶ ἀπʼ αὐτῶν τούτων ἐστὶ δῆλον ὅτι τὴν μὲν προῖκʼ οὐκ ἔδωκεν, ἀντὶ δὲ πολλῶν χρημάτων τῶν ἐμῶν οἰκεῖος ὢν Ἀφόβῳ ταῦτʼ ἀπετιμᾶτο, κληρονόμον τὴν ἀδελφὴν τῶν ἐμῶν μετʼ ἐκείνου καταστῆσαι βουλόμενος.
相反,从这些事实中可以清楚地看出,他并没有给过嫁妆,而是作为阿福布斯的亲属,以我那巨额财产为交换条件对这些资产进行抵押估价,企图使其姐妹与阿福布斯一同成为我财产的继承人。
§12εἶτα νῦν παρακρούσασθαι ζητεῖ καὶ φενακίζει, λέγων ὡς πρότερον τοὺς ὅρους ἔστησεν ἢ ʼκεῖνον τὴν δίκην ὀφλεῖν.
然后,他现在企图通过声称自己在阿福布斯输掉官司之前就设立了标志,来误导和欺骗你们。
οὐ πρότερόν γʼ ἢ παρὰ σοί, νῦν εἰ ἀληθῆ λέγεις. δῆλον γὰρ ὅτι καταγνοὺς ἀδικίαν αὐτοῦ ταῦτʼ ἐποίεις.
至少在你自己心里预料到之前并非如此,如果你现在说的是真话;因为显然是因为你已经认定了他的不义,才做了这些事。
εἶτα καὶ γελοῖον τοῦτο λέγειν, ὥσπερ οὐκ εἰδότων ὑμῶν ὅτι πάντες οἱ τὰ τοιαῦτʼ ἀδικοῦντες σκοποῦσι τί λέξουσιν, καὶ οὐδεὶς πώποτʼ ὦφλεν σιωπῶν οὐδʼ ἀδικεῖν ὁμολογῶν· ἀλλʼ ἐπειδὰν οἶμαι μηδὲν ἀληθὲς λέγων ἐξελεγχθῇ, τότε γιγνώσκεται ὁποῖός ἐστιν.
而且,说这些话也是荒谬的,仿佛你们不知道所有犯下此类不义之人都会预先考虑该说什么,而且从来没有人在保持沉默或承认有罪的情况下输掉官司;但我认为,只有当他被揭穿所说的话毫无真实性时,他的真实面目才会暴露。
§13ὅπερ καὶ οὗτος ἔμοιγε δοκεῖ πάσχειν.
在我看来,这正是这个人现在所面临的处境。
ἐπεὶ φέρε, πῶς ἐστι δίκαιον, ἐὰν μὲν ὀγδοήκοντα μνῶν θῇς ὅρους, ὀγδοήκοντα μνᾶς εἶναι τὴν προῖκα, ἐὰν δὲ πλείονος πλέον, ἐὰν δʼ ἐλάττονος ἔλαττον;
且慢,如果因为你设立了八十米纳的标志,嫁妆就是八十米纳,如果多设立就更多,少设立就更少,这怎么能说是公正的呢?
ἢ πῶς ἐστι δίκαιον, τῆς ἀδελφῆς τῆς σῆς μηδέπω καὶ τήμερον ἄλλῳ συνοικούσης μηδʼ ἀπηλλαγμένης Ἀφόβου, μηδὲ τὴν προῖκα δεδωκότος σοῦ, μηδʼ ὑπὲρ τούτων εἰς βάσανον μηδʼ εἰς ἄλλο δίκαιον μηδὲν καταφεύγειν ἐθέλοντος, ὅτι σὺ στῆσαι φὴς ὅρους, σὸν εἶναι τὸ χωρίον;
又或者,当你的姐妹直到今天也没有与别的男子同居、也未曾与阿福布斯离异,而你又未曾给过嫁妆,并且不愿就这些事求助于肉刑拷问或其他任何公正的检验,仅仅因为你声称设立了标志,这块土地就该属于你,这怎么能说是公正的呢?
ἐγὼ μὲν οὐδαμῶς οἶμαι· τὴν γὰρ ἀλήθειαν σκεπτέον, οὐχ ἅ τις αὑτῷ παρεσκεύασεν ἐξεπίτηδες εἰς τὸ λέγειν τι δοκεῖν, ὥσπερ ὑμεῖς.
我决不这样认为;因为我们必须考察的是真实,而不是某人为了让自己显得理直气壮而故意为自己炮制出来的事情,正如你们所做的那样。
§14ἔπειτα τὸ δεινότατον· εἰ καὶ δεδωκότες ἦθʼ ὡς μάλιστα τὴν προῖκα, ἣν οὐ δεδώκατε, τίς ὁ τούτων αἴτιος;
接下来是最骇人听闻的事:即使假设你们确实最大限度地给过了嫁妆——而你们并没有给过——这些事情的责任在谁呢?
οὐχ ὑμεῖς, ἐπεὶ ἐπὶ τἄμʼ ἔδοτε;
难道不在于你们自己吗,既然你们是拿我的财产作担保给出去的?
οὐχ ὅλοις ἔτεσιν πρότερον δέκα τἀμὰ λαβὼν εἶχεν ἐκεῖνος ὧν ὦφλεν τὴν δίκην, ἢ κηδεστήν σοι γενέσθαι;
在那个因官司败诉而占有我财产的人成为你的姐夫(妹夫)之前,他难道没有占有并持有我的财产长达整整十年之久吗?
ἢ σὲ μὲν δεῖ κομίσασθαι πάντα, τὸν δὲ καὶ καταδικασάμενον καὶ διʼ ὀρφανίαν ἠδικημένον καὶ προικὸς ἀληθινῆς ἀπεστερημένον, ὃν μόνον ἀνθρώπων οὐδὲ τῆς ἐπωβελίας ἄξιον ἦν κινδυνεύειν, ἠναγκάσθαι τοιαῦτα παθεῖν, κεκομισμένον μηδʼ ὁτιοῦν, καὶ ταῦτʼ ἐθέλοντα ποιεῖν ἐφʼ ὑμῖν αὐτοῖς, εἴ τι τῶν δεόντων ἐβούλεσθε πράττειν;
还是说,你应当收回一切,而我——赢了诉司、因孤儿身份遭受不公、被剥夺了真正的嫁妆,且在众人之中本不应冒着哪怕是六分之一罚金之险的人——却被迫遭受这样的对待,连一丁点东西都没能收回,而且如果你们愿意做任何应做之事,我还曾愿意将此事托付给你们自己来决定?

词汇与语法注释

  1. 9ὃς γὰρ ὀγδοήκοντα μνᾶς ἔφη... — 以关系代词 ὅς(……的人)开头的句子,直接指向作为条件句主句的疑问句 "τί ἐποίησεν ἄν;"(他会怎么做呢?)。与格分词 "ὀμόσαντι"(发誓说真话)修饰省去但蕴含在语义中的与格宾语(即 "αὐτῷ"),表示“在以发誓为条件的前提下”。该句在句法上属于复杂的虚拟条件结构,意在揭示被告必然犯下伪誓罪。
  2. 12οὐ πρότερόν γʼ ἢ παρὰ σοί — 承接前句“在阿福布斯官司败诉之前设立标志”的极度省略的表达。介词短语 "παρὰ σοί"(字面意为“在你那里”或“在你的心中”)在此表示“至少在你自认为(对方必败)之前并非如此”。"παρά" 连同与格在这里用于表示个人的判断或内心预估。
  3. 14οὐδὲ τῆς ἐπωβελίας ἄξιον ἦν κινδυνεύειν — 名词 "ἐπωβελία"(六分之一罚金,即雅典法庭中败诉者需缴纳的原告诉求额六分之一的罚款)为属格,由形容词 "ἄξιος"(值得、应当)支配。不定式 "κινδυνεύειν" 悬置于 "ἄξιον ἦν" 之后,强调了说话人(作为胜诉的孤儿)本不应该冒着遭受此种惩罚之险这一法律上的不公。

引用这一段

狄摩西尼, 控诉奥涅托尔二 §9-14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg031.humanitext-grc2:9-14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。