Humanitext Reader

狄摩西尼 · 控诉奥涅托尔二 §1-8

奥内托虚设抵押与前后矛盾的主张

第 1 段,共 2 段 · 希腊语

内容简介

德摩斯梯尼揭露了奥内托的矛盾和欺骗行为,指出奥内托为了帮阿福布斯隐匿资产,以嫁妆为名设立了虚假的抵押标志,并根据形势的变化投机取巧地改变其说辞。

§1ὃ παρέλιπον ἐν τῷ προτέρῳ λόγῳ τεκμήριον, οὐδενὸς τῶν εἰρημένων ἔλαττον, τοῦ μὴ δεδωκέναι τὴν προῖκα τούτους Ἀφόβῳ, τοῦτο πρῶτον εἰπών, μετὰ τοῦτο καὶ περὶ ὧν οὗτος ἔψευσται πρὸς ὑμᾶς ἐξελέγχειν αὐτὸν πειράσομαι.
我在前一篇演说中遗漏的证据——这证明他们没有把嫁妆给阿福布斯,其分量不亚于已提及的任何证据——在首先说明这一点之后,接下来我将试着揭露此人在你们面前所撒的谎。
οὗτος γάρ, ὦ ἄνδρες δικασταί, τὸ πρῶτον ὅτε τῶν Ἀφόβου διενοεῖτʼ ἀμφισβητεῖν, οὐχὶ τάλαντον ἔφη τὴν προῖκα, ὥσπερ νυνί, ἀλλʼ ὀγδοήκοντα μνᾶς δεδωκέναι, καὶ τίθησιν ὅρους ἐπὶ μὲν τὴν οἰκίαν δισχιλίων, ἐπὶ δὲ τὸ χωρίον ταλάντου, βουλόμενος μὴ μόνον τοῦτο, ἀλλὰ κἀκείνην διασῴζειν αὐτῷ.
因为,诸位陪审员,这名男子起初企图争夺阿福布斯的财产时,并不像现在这样声称嫁妆是一塔兰同,而是说他已经给了八十米纳;并且他在房屋上设立了两千德拉克马的抵押标志,在土地上设立了一塔兰同的抵押标志,因为他不仅想为他保全后者,也想保全前者。
§2γενομένης δέ μοι τῆς δίκης πρὸς αὐτόν, ἰδὼν ὡς διάκεισθʼ ὑμεῖς πρὸς τοὺς λίαν ἀναιδῶς ἀδικοῦντας, ἔννους γίγνεται, καὶ δεινὰ πάσχειν ἡγήσατο δόξειν ἐμὲ τοσούτων χρημάτων ἀπεστερημένον, εἰ μηδʼ ὁτιοῦν ἕξοιμι τῶν Ἀφόβου λαβεῖν τοῦ τἄμʼ ἔχοντος, ἀλλʼ ὑπὸ τούτου κωλυόμενος φανερὸς γενήσομαι.
但是,当我与他进行诉讼时,他看到你们对那些极其厚颜无耻、行不义之事的人的态度,便省悟过来,并认为,如果我被剥夺了如此多的财产,却连占有我财产的阿福布斯的任何遗产都无法获得,反而显而易见地受到这个人的阻挠,那么我就会被认为遭受了极其不公的待遇。
§3καὶ τί ποιεῖ;
那么他做了什么呢?
τοὺς ὅρους ἀπὸ τῆς οἰκίας ἀφαιρεῖ, καὶ τάλαντον μόνον εἶναι τὴν προῖκά φησιν, ἐν ᾧ τὸ χωρίον ἀποτετιμῆσθαι.
他移除了房屋上的抵押标志,声称嫁妆仅为一塔兰同,并且以此作为土地的抵押评估额。
καίτοι δῆλον ὅτι τοὺς ἐπὶ τῆς οἰκίας ὅρους εἰ δικαίως ἔθηκεν καὶ ὄντως ἀληθεῖς, δικαίως καὶ τοὺς ἐπὶ τοῦ χωρίου τέθηκεν· εἰ δʼ εὐθὺς ἀδικεῖν βουλόμενος ψευδεῖς ἔθηκεν ἐκείνους, εἰκὸς καὶ τούτους οὐκ ἀληθεῖς ὑπάρχειν.
然而,显然如果他在房屋上设立标志是合情合理且真实的,那么他在土地上设立标志也是合情合理的;但如果他从一开始就企图行恶而设立了虚假的标志,那么这些标志很可能同样是不真实的。
§4τοῦτο τοίνυν οὐκ ἐξ ὧν ἐγὼ δεδήλωκα λόγων δεῖ σκοπεῖν, ἀλλʼ ἐξ ὧν αὐτὸς οὗτος διεπράξατο· οὐδʼ ὑφʼ ἑνὸς γὰρ ἀναγκασθεὶς ἀνθρώπων αὐτὸς ἀνεῖλεν τοὺς ὅρους, ἔργῳ φανερὸν ποιήσας ὅτι ψεύδεται.
因此,这一点不应根据我所说明的言论来考察,而应根据这个人自己所做的事来考察;因为在没有受到任何人的强迫下,他自己移除了这些标志,用实际行动表明他在撒谎。
καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, τὸ μὲν χωρίον καὶ νῦν οὗτός φησιν ἀποτετιμῆσθαι ταλάντου, τὴν δʼ οἰκίαν ὡς προσωρίσατο δισχιλίων καὶ πάλιν τοὺς ὅρους ἀνεῖλεν γενομένης τῆς δίκης, τοὺς εἰδότας ὑμῖν μάρτυρας παρέξομαι.
为了证明我所说的是真实的——即他现在仍声称土地是以一塔兰同抵押的,而他先前将房屋追加了两千德拉克马的抵押,并在诉讼开始后又移除了标志——我将向你们提供知情的证人。
καί μοι λαβὲ τὴν μαρτυρίαν.
请帮我拿来证言。
ΜΑΡΤΥΡΙΑ.
证言。
§5δῆλον τοίνυν ὅτι δισχιλίων μὲν ὡρισμένος τὴν οἰκίαν, ταλάντου δὲ τὸ χωρίον, ὡς ὀγδοήκοντα μνᾶς δεδωκὼς ἔμελλεν ἀμφισβητήσειν.
显然,他之所以将房屋标记为两千德拉克马、土地标记为一塔兰同,是因为他打算以支付了八十米纳者的身份来提出争端。
μεῖζον οὖν ἄν τι γένοιτο τεκμήριον ὑμῖν τοῦ μηδὲν ἀληθὲς νῦν λέγειν τοῦτον ἢ εἰ φανείη μὴ ταὐτὰ λέγων τοῖς ἐξ ἀρχῆς περὶ τῶν αὐτῶν;
那么,对于这个人现在所说的话毫无真实性可言,还有什么比他被发现对于同一件事所说的话与最初不一致更大的证据呢?
ἐμοὶ μὲν γὰρ οὐδὲν ἂν δοκεῖ τούτου μεῖζον εὑρεθῆναι.
在我看来,似乎找不到比这更大的证据了。
§6σκέψασθε τοίνυν τὴν ἀναίδειαν, ὃς ἐν ὑμῖν ἐτόλμησεν εἰπεῖν, ὡς οὐκ ἀποστερεῖ μʼ ὅσῳ πλείονος ἄξιόν ἐστι ταλάντου, καὶ ταῦτʼ αὐτὸς τιμήσας οὐκ ἄξιον εἶναι πλείονος.
那么,请看他的厚颜无耻,他竟敢在你们面前声称,他并没有剥夺我关于土地高出一塔兰同部分的价值,而这还是在他自己估算该土地不值更多价值之后。
τί γὰρ βουλόμενος δισχιλίων προσωρίσω τὴν οἰκίαν, ὅτε τὰς ὀγδοήκοντα μνᾶς ἐνεκάλεις, εἴ γε τὸ χωρίον ἄξιον ἦν πλείονος, ἀλλʼ οὐκ ἐπὶ τούτῳ καὶ τὰς δισχιλίας ἐτίθεις;
因为,如果土地确实价值更高,当你在索求八十米纳时,你出于什么意图要把房屋追加两千德拉克马的抵押,而不是把这两千德拉克马加在土地上呢?
§7ἢ ὅταν μέν σοι δοκῇ πάντα τὰ Ἀφόβου διασῴζειν, τό τε χωρίον ἔσται ταλάντου μόνον ἄξιον, καὶ τὴν οἰκίαν ἐν δισχιλίαις προσέξεις, ἥ τε προὶξ ὀγδοήκοντα μναῖ γενήσονται, καὶ ἀξιώσεις ἔχειν ἀμφότερα· ὅταν δέ σοι μὴ συμφέρῃ, τἀναντία πάλιν ἡ μὲν οἰκία ταλάντου, διότι νῦν ἐγὼ ταύτην ἔχω, τοῦ δὲ χωρίου τὸ περιὸν οὐκ ἐλάττονος ἢ δυοῖν ἄξιον, ἵνʼ ἐγὼ δοκῶ βλάπτειν τοῦτον, οὐκ ἀποστερεῖσθαι;
还是说,每当你想保全阿福布斯的所有财产时,土地就只值一塔兰同,而你要在房屋上追加两千,嫁妆就变成八十米纳,并且你要求同时拥有这两者;而当这对你不利时,情况又反过来——房屋值一塔兰同,因为我现在占有了它,而土地的剩余价值不少于两塔兰同,好让我看起来像是在伤害他,而不是我自己被剥夺了财产?
§8ὁρᾷς ὡς ὑποκρίνει μὲν δεδωκέναι τὴν προῖκα, φαίνει δὲ κατʼ οὐδʼ ὁντινοῦν τρόπον δεδωκώς;
你难道看不出你虽然伪装成已经付了嫁妆,却在任何方面都被表明没有支付吗?
τὰ γὰρ ἀληθῆ καὶ μὴ κακουργούμενα τῶν πραγμάτων ἁπλῶς, οἷʼ ἂν ἐξ ἀρχῆς πραχθῇ, τοιαῦτʼ ἐστίν· σὺ δὲ τοὐναντίον ἐξελέγχει πράξας εἰς τὴν καθʼ ἡμῶν ὑπηρεσίαν.
因为真实而不加粉饰的事情是简单的,就如它们起初所做的那样;而你通过做相反的事,为了服务于对抗我们而自证其伪。

词汇与语法注释

  1. §1ὃ παρέλιπον ἐν τῷ προτέρῳ λόγῳ τεκμήριον — 关系代词 ὃ 的先行词 τεκμήριον 被同化到关系从句中的结构。它与主句中的指示代词 τοῦτο 处于同格关系,并由属格不定式从句 τοῦ μὴ δεδωκέναι 进一步解释其具体内容。
  2. §2δεινὰ πάσχειν ἡγήσατο δόξειν ἐμὲ — 双重不定式结构,其中 δόξειν ἐμὲ(我将被认为)作为 ἡγήσατο(他认为)的宾语从句,而 δόξειν 又带有一个补充不定式 δεινὰ πάσχειν(遭受极其不公的对待)。
  3. §3ἐν ᾧ τὸ χωρίον ἀποτετιμῆσθαι — 由介词短语 ἐν ᾧ(以此作为……的抵押)引导的关系从句中,由于主句动词 φησίν(他说)的持续支配,使用了不定式 ἀποτετιμῆσθαι。
  4. §5τοῦ μηδὲν ἀληθὲς νῦν λέγειν τοῦτον ἢ εἰ φανείη — 比较级结构,在比较形容词 μεῖζον(更大的)之下,冠词性属格不定式 τοῦ ... λέγειν 与由 ἤ(比)引导的条件从句 εἰ φανείη 进行对比。
  5. §8ἐξελέγχει πράξας — ἐξελέγχει 是第二人称单数中间态(或被动态)形式(意为“你证明了自己”或“你被驳倒”),伴有分词 πράξας(通过做……),表明主语因其自身行为而被揭穿。

引用这一段

狄摩西尼, 控诉奥涅托尔二 §1-8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg031.humanitext-grc2:1-8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。