Humanitext Reader

デモステネス · 第八弁論 ケロネソス情勢について §70-77

真の市民の義務と具体的な行動指針の総括

8 / 8 箇所 · ギリシア語

要旨

デモステネスは、城邦のために真に最善を語る勇敢な市民としての自らの立場を主張し、言葉だけでなく実行を伴うことの重要性をティモテオスの先例を挙げて説く。最後に、軍費の拠出や軍事力の維持、使節の派遣、贈収賄の処罰といった具体的な政策を要約し、アテネ人が主体的に行動を起こすよう強く促す。

§70καὶ χρήσιμός γε πολίτης ὁ τοιοῦτός ἐστιν, οὐχ οἱ τῆς παρʼ ἡμέραν χάριτος τὰ μέγιστα τῆς πόλεως ἀπολωλεκότες, οὓς ἐγὼ τοσούτου δέω ζηλοῦν ἢ νομίζειν ἀξίους πολίτας τῆς πόλεως εἶναι, ὥστʼ εἴ τις ἔροιτό με, εἰπέ μοι, σὺ δὲ δὴ τί τὴν πόλιν ἡμῖν ἀγαθὸν πεποίηκας;
そして、そのような者こそが有用な市民であり、日々のへつらいによって城邦の最も重要なものを滅ぼしてしまった者たちではない。 私は彼らを羨むことも、彼らが城邦の価値ある市民であるとみなすことも、全くしていない。 それゆえ、もし誰かが私にこう尋ねたなら、「さあ言ってくれ、あなたはいったい我々の城邦にどんな善いことをしてくれたのか」と。
ἔχων, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τριηραρχίας εἰπεῖν καὶ χορηγίας καὶ χρημάτων εἰσφορὰς καὶ λύσεις αἰχμαλώτων καὶ τοιαύτας ἄλλας φιλανθρωπίας, §71οὐδὲν ἂν τούτων εἴποιμι, ἀλλʼ ὅτι τῶν τοιούτων πολιτευμάτων οὐδὲν πολιτεύομαι, ἀλλὰ δυνάμενος ἂν ἴσως, ὥσπερ καὶ ἕτεροι, καὶ κατηγορεῖν καὶ χαρίζεσθαι καὶ δημεύειν καὶ τἄλλʼ ἃ ποιοῦσιν οὗτοι ποιεῖν, οὐδʼ ἐφʼ ἓν τούτων πώποτʼ ἐμαυτὸν ἔταξα, οὐδὲ προήχθην οὔθʼ ὑπὸ κέρδους οὔθʼ ὑπὸ φιλοτιμίας, ἀλλὰ διαμένω λέγων ἐξ ὧν ἐγὼ μὲν πολλῶν ἐλάττων εἰμὶ παρʼ ὑμῖν, ὑμεῖς δʼ, εἰ πείσεσθέ μοι, μείζους ἂν εἴητε·
アテネ人よ、私には三段櫂船の装備や合唱隊の支援、戦費の寄付、捕虜の身代金支払い、その他同種の自発的援助について語る用意があるが、私はこれらについて一切語らず、ただ自分はそのような政治を行っていないということ、そして他の者たちと同様に、告発し、へつらい、財産を没収し、彼らが行っている他のすべてのことを行う能力がおそらく自分にもありながら、これらのうちのただ一つにも身を置いたことはなく、利得によっても名誉欲によっても動かされたことはなく、むしろ、それによって私自身はあなた方の前で多くの者より劣った立場になるが、もしあなた方が私に従うなら、あなた方自身がより偉大になるようなことを語り続けているということだけを語るだろう。
οὕτω γὰρ ἴσως ἀνεπίφθονον εἰπεῖν.
このように言うのが、おそらく反感を買わずに済むだろうから。
§72οὐδʼ ἔμοιγε δοκεῖ δικαίου τοῦτʼ εἶναι πολίτου, τοιαῦτα πολιτεύμαθʼ εὑρίσκειν ἐξ ὧν ἐγὼ μὲν πρῶτος ὑμῶν ἔσομαι εὐθέως, ὑμεῖς δὲ τῶν ἄλλων ὕστατοι·
また、私自身には、自分自身が直ちにあなた方の中で第一の者となり、あなた方は他のすべての人々の中で最後尾となるような、そのような政治の方策を見出すことが正義にかなった市民のなすべきことであるとは思われない。
ἀλλὰ συναυξάνεσθαι δεῖ τὴν πόλιν τοῖς τῶν ἀγαθῶν πολιτῶν πολιτεύμασι, καὶ τὸ βέλτιστον ἀεί, μὴ τὸ ῥᾷστον ἅπαντας λέγειν·
むしろ、優れた市民の政治的配慮によって城邦は共に発展すべきであり、全員が常に最善を語るべきであって、最も容易なことを語るべきではない。
ἐπʼ ἐκεῖνο μὲν γὰρ ἡ φύσις αὐτὴ βαδιεῖται, ἐπὶ τοῦτο δὲ τῷ λόγῳ δεῖ προάγεσθαι διδάσκοντα τὸν ἀγαθὸν πολίτην.
なぜなら、前者の方向へは自然そのものが進むであろうが、後者の方向へは、優れた市民が教え導く言葉によって人々を導かねばならないからである。
§73ἤδη τοίνυν τινὸς ἤκουσα τοιοῦτόν τι λέγοντος, ὡς ἄρʼ ἐγὼ λέγω μὲν ἀεὶ τὰ βέλτιστα, ἔστιν δʼ οὐδὲν ἀλλʼ ἢ λόγοι τὰ παρʼ ἐμοῦ, δεῖ δʼ ἔργων τῇ πόλει καὶ πράξεώς τινος.
さて、私は既に、誰かが次のように言うのを聞いたことがある。 すなわち、私は常に最善を語るが、私から発せられるものは言葉にすぎず、城邦に必要なのは実行と何らかの行動である、と。
ἐγὼ δʼ ὡς ἔχω περὶ τούτων, λέξω πρὸς ὑμᾶς καὶ οὐκ ἀποκρύψομαι.
これらについて私がどう考えているか、あなた方に語り、隠し立てはしない。
οὐδʼ εἶναι νομίζω τοῦ συμβουλεύοντος ὑμῖν ἔργον οὐδὲν πλὴν εἰπεῖν τὰ βέλτιστα.
私は、あなた方に勧告する者の任務は、最善を語ること以外には何もないと考えている。
καὶ τοῦθʼ ὅτι τοῦτον ἔχει τὸν τρόπον ῥᾳδίως οἶμαι δείξειν.
そして、このことがまさにその通りであることを、私は容易に示すことができると思う。
§74ἴστε γὰρ δήπου τοῦθʼ ὅτι Τιμόθεός ποτʼ ἐκεῖνος ἐν ὑμῖν ἐδημηγόρησεν ὡς δεῖ βοηθεῖν καὶ τοὺς Εὐβοέας σῴζειν, ὅτε Θηβαῖοι κατεδουλοῦντʼ αὐτούς, καὶ λέγων εἶπεν οὕτω πως·
なぜなら、かつてあの著名なティモテオスが、テーバイ人がエウボイア人を奴隷化しようとしていた時、救援に赴き彼らを救うべきだとあなた方の前で演説し、語る中で次のように言ったことを、あなた方は知っているはずだからである。
εἰπέ μοι, βουλεύεσθε, ἔφη, Θηβαίους ἔχοντες ἐν νήσῳ, τί χρήσεσθε καὶ τί δεῖ ποιεῖν;
「さあ言ってくれ」と彼は言った。 「テーバイ人を島に抱えながら、彼らをどう扱い、何をなすべきかと思案しているのか。
οὐκ ἐμπλήσετε τὴν θάλατταν, ὦ ἄνδρες Ἀθηναῖοι, τριήρων;
アテネ人よ、海を三段櫂船で満たさないのか。
οὐκ ἀναστάντες ἤδη πορεύσεσθʼ εἰς τὸν Πειραιᾶ;
今すぐ立ち上がってペイライエウスへと進まないのか。
§75οὐ καθέλξετε τὰς ναῦς;
船を進水させないのか」と。
οὐκοῦν εἶπε μὲν ταῦθʼ ὁ Τιμόθεος, ἐποιήσατε δʼ ὑμεῖς·
このようにティモテオスは語り、あなた方はそれを実行した。
ἐκ δὲ τούτων ἀμφοτέρων τὸ πρᾶγμʼ ἐπράχθη.
そして、この双方の結果として、事が成し遂げられたのである。
εἰ δʼ ὁ μὲν εἶπεν ὡς οἷόν τε ἄριστα, ὥσπερ εἶπεν, ὑμεῖς δʼ ἀπερρᾳθυμήσατε καὶ μηδὲν ὑπηκούσατε, ἆρʼ ἂν ἦν γεγονός τι τῶν τότε συμβάντων τῇ πόλει;
しかし、もし彼ができる限り最善のことを語ったとしても、あなた方が怠けて何一つ従わなかったなら、当時城邦に起こった出来事のうち、何か一つでも実現していただろうか。
οὐχ οἷόν τε.
実現しえなかった。
οὕτω τοίνυν καὶ περὶ ὧν ἂν ἐγὼ λέγω καὶ περὶ ὧν ἂν ὁ δεῖνʼ εἴπῃ, τὰ μὲν ἔργα παρʼ ὑμῶν αὐτῶν ζητεῖτε, τὰ δὲ βέλτιστα ἐπιστήμῃ λέγειν παρὰ τοῦ παριόντος.
したがって、私が語ることについても、また他の誰かが語ることについても、実行すること自体はあなた方自身に求め、登壇する者には知識をもって最善を語ることを求めよ。
§76ἐν κεφαλαίῳ δʼ ἃ λέγω φράσας καταβῆναι βούλομαι.
要約として、私の主張を述べて降壇したいと思う。
χρήματʼ εἰσφέρειν φημὶ δεῖν·
私は、軍費を納めるべきであると主張する。
τὴν ὑπάρχουσαν δύναμιν συνέχειν, ἐπανορθοῦντας εἴ τι δοκεῖ μὴ καλῶς ἔχειν, μὴ ὅσοις ἄν τις αἰτιάσηται τὸ ὅλον καταλύοντας·
現有の軍事力を維持し、良くないと思われる点があれば正すべきであり、誰かが難癖をつけるような点があっても全体を解体してはならない。
πρέσβεις ἐκπέμπειν πανταχοῖ τοὺς διδάξοντας, νουθετήσοντας, πράξοντας·
人々を教え、諭し、行動を起こさせるために、あらゆる場所に使節を派遣すべきである。
παρὰ πάντα ταῦτα τοὺς ἐπὶ τοῖς πράγμασι δωροδοκοῦντας κολάζειν καὶ μισεῖν πανταχοῦ, ἵνʼ οἱ μέτριοι καὶ δικαίους αὑτοὺς παρέχοντες εὖ βεβουλεῦσθαι δοκῶσι καὶ τοῖς ἄλλοις καὶ ἑαυτοῖς.
これらすべてに加えて、国政において賄賂を受け取る者たちをいたる所で処罰し、憎むべきである。 そうして、控えめで自らを義にかなった者として示す人々が、他者にとっても自分たちにとっても、良い決断をしたと思われるようにするために。
§77ἂν οὕτω τοῖς πράγμασι χρῆσθε καὶ παύσησθʼ ὀλιγωροῦντες ἁπάντων, ἴσως ἄν, ἴσως καὶ νῦν ἔτι βελτίω γένοιτο.
もしあなた方がこのように事態に対処し、すべてのことを軽視するのをやめるなら、おそらく、おそらく今からでもまだ状況は好転するだろう。
εἰ μέντοι καθεδεῖσθε, ἄχρι τοῦ θορυβῆσαι καὶ ἐπαινέσαι σπουδάζοντες, ἐὰν δὲ δέῃ τι ποιεῖν ἀναδυόμενοι, οὐχ ὁρῶ λόγον ὅστις ἄνευ τοῦ ποιεῖν ὑμᾶς ἃ προσήκει δυνήσεται τὴν πόλιν σῶσαι.
しかし、もしあなた方がただ座り込み、騒ぎ立てて賞賛することだけに熱心でありながら、何かをなすべき時になると尻込みするなら、あなた方がなすべきことを実行することなしに、城邦を救うことができるような言論を、私は何一つ見出すことができない。

語釈・文法注

  1. §70οὓς ἐγὼ τοσούτου δέω ζηλοῦν — 非人称的動詞 δέω の結合による慣用表現 τοσούτου δέω と不定詞(ζηλοῦν, νομίζειν)の組み合わせで、「〜するどころではない」「〜することから極めて遠い」という強い否定を表している。
  2. §70ἔχων ... εἰπεῖν — 分詞 ἔχων は譲歩の用法(「〜をできるけれども」)であり、動詞 ἔχω + 不定詞で「〜を語る能力がある、語る用意がある」という可能のニュアンスを持つ。
  3. §71διαμένω λέγων ἐξ ὧν ἐγὼ μὲν πολλῶν ἐλάττων εἰμὶ ..., ὑμεῖς δʼ ... μείζους ἂν εἴητε — 動詞 διαμένω は補足分詞 λέγων を伴い「語り続けている」を意味する。ἐξ ὧν(それらから)は関係代名詞の引出であり、条件節 εἰ πείσεσθέ μοι(未来直説法)に対する帰結節として潜在(potential optative)の ἂν εἴητε が用いられている。
  4. §72ἐπʼ ἐκεῖνο μὲν ... ἐπὶ τοῦτο δὲ ... — 指示代名詞の対比において、遠い方の ἐκεῖνο は前文の τὸ ῥᾷστον(最も容易なこと)を指し、近い方の τοῦτο は τὸ βέλτιστον(最善のこと)を指している。
  5. §74βουλεύεσθε ... τί χρήσεσθε — 動詞 βουλεύεσθε(思案する)の後に、疑問代名詞を用いた間接疑問節 τί χρήσεσθε(彼らをどう扱うべきか)が続いている。χράομαι は通常与格を支配するが、中性対格 τί と共に用いられることで「〜についてどのように対処するか」を表す。

この箇所を引用する

デモステネス, 第八弁論 ケロネソス情勢について §70-77. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0014.tlg008.humanitext-grc2:70-77

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。