§1ἀμφὶ Διὸς κούρους, ἑλικώπιδες ἔσπετε Μοῦσαι, §2Τυνδαρίδας, Λήδης καλλισφύρου ἀγλαὰ τέκνα, §3Κάστορά θ’ ἱππόδαμον καὶ ἀμώμητον Πολυδεύκεα,
闪亮眼睛的缪斯们啊,请歌唱宙斯的孩子们,即廷达瑞斯之子、拥有美丽踝骨的勒达的光彩孩子,驯马的卡斯托尔和无可指责的波吕丢刻斯。
§4τοὺς ὑπὸ Ταϋγέτου κορυφῇ ὄρεος μεγάλοιο §5μιχθεῖσ’ ἐν φιλότητι κελαινεφέι Κρονίωνι §6σωτῆρας τέκε παῖδας ἐπιχθονίων ἀνθρώπων §7ὠκυπόρων τε νεῶν, ὅτε τε σπέρχωσιν ἄελλαι §8χειμέριαι κατὰ πόντον ἀμείλιχον·
在伟大的泰格特斯山峰之下,她与乌云密布的克罗诺斯之子在爱中结合,生下了他们,作为尘世人类和快速航行的船只的救星,每当冬日的暴风在无情的海上肆虐。
οἳ δ’ ἀπὸ νηῶν §9εὐχόμενοι καλέουσι Διὸς κούρους μεγάλοιο §10ἄρνεσσιν λευκοῖσιν, ἐπ’ ἀκρωτήρια βάντες §11πρύμνης·
而船员们从船上祈祷并呼唤伟大的宙斯之子,带着白色的羔羊,登上船尾的边缘。
τὴν δ’ ἄνεμός τε μέγας καὶ κῦμα θαλάσσης §12θῆκαν ὑποβρυχίην· οἳ δ’ ἐξαπίνης ἐφάνησαν §13ξουθῇσι πτερύγεσσι δι’ αἰθέρος ἀίξαντες, §14αὐτίκα δ’ ἀργαλέων ἀνέμων κατέπαυσαν ἀέλλας, §15κύματα δ’ ἐστόρεσαν λευκῆς ἁλὸς ἐν πελάγεσσι, §16σήματα καλά, πόνου ἀπονόσφισιν·
尽管大风和海浪将船淹没于水下,但他们突然显现,展着敏捷的羽翼掠过天空,立刻止息了可怕狂风的暴虐,抚平了白浪翻滚之海的波涛—— 这是一个美好的征兆,免除劳苦。
οἳ δὲ ἰδόντες §17γήθησαν, παύσαντο δ’ ὀιζυροῖο πόνοιο.
人们看见了,便心生欢喜,脱离了痛苦的劳顿。
§18χαίρετε, Τυνδαρίδαι, ταχέων ἐπιβήτορες ἵππων·
愿你们安好,廷达瑞斯之子,疾驰骏马的驾驭者!
§19αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.
而我不仅会记住你们,还会记住另一首歌。