§1ἀμφὶ Διὸς κούρους, ἑλικώπιδες ἔσπετε Μοῦσαι, §2Τυνδαρίδας, Λήδης καλλισφύρου ἀγλαὰ τέκνα, §3Κάστορά θ’ ἱππόδαμον καὶ ἀμώμητον Πολυδεύκεα,
Sing, Muses with eyes that flash, of the sons of Zeus, the Tyndaridae, splendid children of lovely-ankled Leda, Castor the tamer of horses, and blameless Polydeuces.
§4τοὺς ὑπὸ Ταϋγέτου κορυφῇ ὄρεος μεγάλοιο §5μιχθεῖσ’ ἐν φιλότητι κελαινεφέι Κρονίωνι §6σωτῆρας τέκε παῖδας ἐπιχθονίων ἀνθρώπων §7ὠκυπόρων τε νεῶν, ὅτε τε σπέρχωσιν ἄελλαι §8χειμέριαι κατὰ πόντον ἀμείλιχον·
Them beneath the peak of the great mountain Taygetus she bore, having mingled in love with the dark-clouded son of Cronos, as savior children of earthly men and of swift-sailing ships, when wintry storms sweep down upon the merciless sea.
οἳ δ’ ἀπὸ νηῶν §9εὐχόμενοι καλέουσι Διὸς κούρους μεγάλοιο §10ἄρνεσσιν λευκοῖσιν, ἐπ’ ἀκρωτήρια βάντες §11πρύμνης·
And they from the ships pray and call upon the sons of great Zeus, with white lambs, going up to the edge of the stern.
τὴν δ’ ἄνεμός τε μέγας καὶ κῦμα θαλάσσης §12θῆκαν ὑποβρυχίην· οἳ δ’ ἐξαπίνης ἐφάνησαν §13ξουθῇσι πτερύγεσσι δι’ αἰθέρος ἀίξαντες, §14αὐτίκα δ’ ἀργαλέων ἀνέμων κατέπαυσαν ἀέλλας, §15κύματα δ’ ἐστόρεσαν λευκῆς ἁλὸς ἐν πελάγεσσι, §16σήματα καλά, πόνου ἀπονόσφισιν· οἳ δὲ ἰδόντες §17γήθησαν, παύσαντο δ’ ὀιζυροῖο πόνοιο.
But the great wind and the wave of the sea put the ship under water; yet they suddenly appear, darting through the air with swift wings, and immediately they stay the blasts of the terrible winds and calm the waves in the gulfs of the white sea, fair signs, a release from toil; and they, seeing this, rejoice, and cease from their miserable toil.