§1ἀμφί μοι Ἑρμείαο φίλον γόνον ἔννεπε, Μοῦσα, §2αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ὅστ’ ἀνὰ πίση §3δενδρήεντ’ ἄμυδις φοιτᾷ χορογηθέσι νύμφαις, §4αἵ τε κατ’ αἰγίλιπος πέτρης στείβουσι κάρηνα §5Πᾶν’ ἀνακεκλόμεναι, νόμιον θεόν, ἀγλαέθειρον, §6αὐχμήενθ᾽, ὃς πάντα λόφον νιφόεντα λέλογχε §7καὶ κορυφὰς ὀρέων καὶ πετρήεντα κάρηνα.
缪斯啊,为我歌唱赫尔墨斯那可爱的儿子吧,羊足、双角、喜好喧闹,他穿行于树木茂密的草地,与乐于起舞的宁芙们一同漫步,她们践踏着陡峭岩石的山顶,呼唤着牧神潘,那头发美丽的、蓬头垢面者,他占有了每一座白雪皑皑的山冈和群山之巅以及多岩的峰峦。
§8φοιτᾷ δ’ ἔνθα καὶ ἔνθα διὰ ῥωπήια πυκνά, §9ἄλλοτε μὲν ῥείθροισιν ἐφελκόμενος μαλακοῖσιν, §10ἄλλοτε δ’ αὖ πέτρῃσιν ἐν ἠλιβάτοισι διοιχνεῖ, §11ἀκροτάτην κορυφὴν μηλοσκόπον εἰσαναβαίνων.
他在浓密的灌木丛中到处游荡,有时被温柔的溪流所吸引,有时又穿行在陡峭的岩石之间,登上那俯瞰羊群的最高山巅。
§12πολλάκι δ’ ἀργινόεντα διέδραμεν οὔρεα μακρά, §13πολλάκι δ’ ἐν κνημοῖσι διήλασε θῆρας ἐναίρων, §14ὀξέα δερκόμενος·
他经常奔跑在白雪闪烁的连绵高山之中,经常在山谷中捕杀野兽,穷追不舍,目光锐利。
τότε δ’ ἕσπερος ἔκλαγεν οἶον §15ἄγρης ἐξανιών, δονάκων ὕπο μοῦσαν ἀθύρων §16νήδυμον· οὐκ ἂν τόν γε παραδράμοι ἐν μελέεσσιν §17ὄρνις, ἥτ’ ἔαρος πολυανθέος ἐν πετάλοισι §18θρῆνον ἐπιπροχέουσ’ ἀχέει μελίγηρυν ἀοιδήν.
到了黄昏,他独自发出高呼,那是他狩猎归来,在芦苇笛上奏出甜美的乐章;那动听的歌声,在曲调上,即使是那只鸟也无法超越他,那在百花盛开的春天的树叶间,倾泻着哀歌,回荡着蜜一般甜美歌声的鸟儿。
§19σὺν δέ σφιν τότε Νύμφαι ὀρεστιάδες λιγύμολποι §20φοιτῶσαι πύκα ποσσὶν ἐπὶ κρήνῃ μελανύδρῳ §21μέλπονται· κορυφὴν δὲ περιστένει οὔρεος Ἠχώ·
那时,伴随着他们,声音清脆的群山宁芙们迈着轻快的步伐,在黑水的泉水旁聚集,歌唱着;而回声在山顶周围回响。
§22δαίμων δ’ ἔνθα καὶ ἔνθα χορῶν, τοτὲ δ’ ἐς μέσον ἕρπων, §23πυκνὰ ποσὶν διέπει, λαῖφος δ’ ἐπὶ νῶτα δαφοινὸν §24λυγκὸς ἔχει, λιγυρῇσιν ἀγαλλόμενος φρένα μολπαῖς §25ἐν μαλακῷ λειμῶνι, τόθι κρόκος ἠδ’ ὑάκινθος §26εὐώδης θαλέθων καταμίσγεται ἄκριτα ποίῃ.
神在舞群中四处穿梭,有时又步入中央,以急促的脚步引导着舞蹈,他的背上披着斑斓的猞猁皮,他因那清脆的歌声而心中满怀喜悦,在柔和的草地上,那里的番红花与芳香四溢、繁茂生长的风信子,与青草混杂在一起,难以分辨。
§27ὑμνεῦσιν δὲ θεοὺς μάκαρας καὶ μακρὸν Ὄλυμπον· §28οἷόν θ’ Ἑρμείην ἐριούνιον ἔξοχον ἄλλων §29ἔννεπον, ὡς ὅ γ’ ἅπασι θεοῖς θοὸς ἄγγελός ἐστι, §30καί ῥ’ ὅ γ’ ἐς Ἀρκαδίην πολυπίδακα, μητέρα μήλων, §31ἐξίκετ᾽, ἔνθα τέ οἱ τέμενος Κυλληνίου ἐστίν.
他们赞美快乐的神明们和高耸的奥林匹斯山;尤其是他们颂扬那带来幸运的赫尔墨斯,超越了其他所有人,讲述着他如何是所有神明敏捷的使者,以及他如何来到了泉水充足、羊群之母的阿卡迪亚,在那里有属于这位库勒涅之神的圣所。
§32ἔνθ’ ὅ γε καὶ θεὸς ὢν ψαφαρότριχα μῆλ’ ἐνόμευεν §33ἀνδρὶ πάρα θνητῷ θάλε γὰρ πόθος ὑγρὸς ἐπελθὼν §34νύμφῃ ἐυπλοκάμῳ Δρύοπος φιλότητι μιγῆναι· §35ἐκ δ’ ἐτέλεσσε γάμον θαλερόν.
在那里,他虽身为神明,却为一凡人放牧羊群;因为一种湿润的渴望涌上心头,使他渴望与德律奥普斯那秀发美丽的女儿交合;他圆满了这生机勃勃的婚礼。
τέκε δ’ ἐν μεγάροισιν §36Ἑρμείῃ φίλον υἱόν, ἄφαρ τερατωπὸν ἰδέσθαι, §37αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ἡδυγέλωτα· §38φεῦγε δ’ ἀναΐξασα, λίπεν δ’ ἄρα παῖδα τιθήνη §39δεῖσε γάρ, ὡς ἴδεν ὄψιν ἀμείλιχον, ἠυγένειον.
她在殿堂里为赫尔墨斯生下了一个可爱的儿子,但一见之下却面貌怪异,羊足、双角、喜好喧闹、笑声甜美;保姆惊跳起来逃走了,丢下了孩子;因为当她看到那张粗野不驯、长着胡须的脸庞时,感到了恐惧。
然而,带来幸运的赫尔墨斯立刻把他抱在手中,接过了他,神明在心中感到无比欣喜。
§42ῥίμφα δ’ ἐς ἀθανάτων ἕδρας κίε παῖδα καλύψας §43δέρμασιν ἐν πυκινοῖσιν ὀρεσκῴοιο λαγωοῦ §44πὰρ δὲ Ζηνὶ κάθιζε καὶ ἄλλοις ἀθανάτοισι, §45δεῖξε δὲ κοῦρον ἑόν· πάντες δ’ ἄρα θυμὸν ἔτερφθεν §46ἀθάνατοι, περίαλλα δ’ ὁ Βάκχειος Διόνυσος· §47Πᾶνα δέ μιν καλέεσκον, ὅτι φρένα πᾶσιν ἔτερψε.
他迅速走向不朽神明们的居所,将孩子包裹在山野野兔的厚实皮毛中;他把他安置在宙斯和其他不朽神明身旁,展示了他的儿子;所有不朽的神明都心中欢喜,尤其是属于巴克科斯的狄奥尼索斯更为欣喜;他们叫他潘,因为他让所有神明的心灵都感到愉悦。