§1Ἡρακλέα, Διὸς υἱόν, ἀείσομαι, ὃν μέγʼ ἄριστον §2γείνατʼ ἐπιχθονίων Θήβῃς ἔνι καλλιχόροισιν §3Ἀλκμήνη μιχθεῖσα κελαινεφέι Κρονίωνι·
我要歌唱宙斯之子赫拉克勒斯,他是凡人中极为优秀之人,在有着优美舞池的忒拜,由阿尔克墨涅与乌云密布的克罗诺斯之子结合后所生。
§4ὃς πρὶν μὲν κατὰ γαῖαν ἀθέσφατον ἠδὲ θάλασσαν §5πλαζόμενος πομπῇσιν ὕπʼ Εὐρυσθῆος ἄνακτος §6πολλὰ μὲν αὐτὸς ἔρεξεν ἀτάσθαλα, πολλὰ δʼ ἀνέτλη· §7νῦν δʼ ἤδη κατὰ καλὸν ἕδος νιφόεντος Ὀλύμπου §8ναίει τερπόμενος καὶ ἔχει καλλίσφυρον Ἥβην.
他以前曾越过无垠的大地和海洋徘徊流浪,在国王欧律斯透斯的差遣下,他自己做过许多狂妄冒险的事,也忍受了许多苦难;而如今,在白雪皑皑的奥林波斯山那美丽的居所,在快乐中生活,并拥有了美丽脚踝的赫柏为妻。
§9χαῖρε, ἄναξ, Διὸς υἱέ·
欢呼吧,主宰,宙斯之子!
δίδου δʼ ἀρετήν τε καὶ ὄλβον.
求你赐予美德与福祉。