§1Ἡρακλέα, Διὸς υἱόν, ἀείσομαι, ὃν μέγʼ ἄριστον §2γείνατʼ ἐπιχθονίων Θήβῃς ἔνι καλλιχόροισιν §3Ἀλκμήνη μιχθεῖσα κελαινεφέι Κρονίωνι· §4ὃς πρὶν μὲν κατὰ γαῖαν ἀθέσφατον ἠδὲ θάλασσαν §5πλαζόμενος πομπῇσιν ὕπʼ Εὐρυσθῆος ἄνακτος §6πολλὰ μὲν αὐτὸς ἔρεξεν ἀτάσθαλα, πολλὰ δʼ ἀνέτλη· §7νῦν δʼ ἤδη κατὰ καλὸν ἕδος νιφόεντος Ὀλύμπου §8ναίει τερπόμενος καὶ ἔχει καλλίσφυρον Ἥβην.
Heracles, the son of Zeus, I will sing, whom Alcmene bore as by far the best of earthly men in Thebes of beautiful dances, having united with the dark-clouded son of Cronos; who formerly, wandering over the boundless earth and sea under the commands of king Eurystheus, himself performed many reckless deeds, and many did he endure; but now already on the beautiful seat of snowy Olympus he dwells in joy and has fair-ankled Hebe as his wife.
§9χαῖρε, ἄναξ, Διὸς υἱέ· δίδου δʼ ἀρετήν τε καὶ ὄλβον.
Hail, lord, son of Zeus; and grant both virtue and wealth.