Humanitext Reader

ホメロス風讃歌 · 第2歌 デメテル讃歌 §1-73

ペルセポネの略奪とデメテルの探索

1 / 7 箇所 · ギリシア語

要旨

ハデスがゼウスの同意のもとにペルセポネを拉致し、母デメテルが嘆きつつ娘を探し求め、最終的にヘカテと共に太陽神ヘリオスに真相を問いただす。

§1Δήμητρʼ ἠύκομον, σεμνὴν θεόν, ἄρχομʼ ἀείδειν, §2αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον, ἣν Ἀιδωνεὺς
豊かな髪のデメテル、厳かな女神、そして彼女自身と、その細い足首の娘を私は歌い始める。
§3ἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς,
その娘をアイドネウスがさらい、激しく轟く、広く響く声をもつゼウスが彼に与えたのだ。
§4νόσφιν Δήμητρος χρυσαόρου, ἀγλαοκάρπου,
黄金の剣をもつ、輝かしい実りのデメテルに隠れて。
§5παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις §6ἄνθεά τʼ αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδʼ ἴα καλὰ §7λειμῶνʼ ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθον §8νάρκισσόν θʼ, ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ
娘が、胸豊かなオケアノスの娘たちと共に花を摘んで遊んでいたとき、薔薇やサフラン、美しいスミレ、柔らかい牧草地で、アヤメやヒヤシンス、そして水仙を。
§9Γαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ, §10θαυμαστὸν γανόωντα·
それを、蕾のような目をした乙女への罠として、大地の女神(ガイア)が、ゼウスの意志により、多くの客を歓待する者(ハデス)を喜ばせようと生み出させたのだ。
σέβας τό γε πᾶσιν ἰδέσθαι §11ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις·
それは輝かしく輝き、見る者すべて、不死の神々にも死すべき人間にも驚嘆すべき畏怖を起こさせるものだった。
§12τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει· §13κὦζʼ ἥδιστʼ ὀδμή, πᾶς τʼ οὐρανὸς εὐρὺς ὕπερθεν §14γαῖά τε πᾶσʼ ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης.
その根からは百の頭が生え出でており、その最も甘い香りに、上なる広い天もすべて、地もすべて、そして塩気のある海の波も微笑んだ。
§15ἣ δʼ ἄρα θαμβήσασʼ ὠρέξατο χερσὶν ἅμʼ ἄμφω §16καλὸν ἄθυρμα λαβεῖν·
彼女は驚いて、美しい玩具を手に取ろうと両手を伸ばした。
χάνε δὲ χθὼν εὐρυάγυια
しかし、広い道の地が裂けた。
§17Νύσιον ἂμ πεδίον, τῇ ὄρουσεν ἄναξ Πολυδέγμων §18ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
ニュシオンの平野で。 そこから、多くの者を受け入れる主、不死の馬たちを駆って、クロノスの多くの名を持つ息子が突進してきた。
§19ἁρπάξας δʼ ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν §20ἦγʼ ὀλοφυρομένην·
彼は嫌がる彼女を黄金の戦車にさらって、泣き叫ぶ彼女を連れ去った。
ἰάχησε δʼ ἄρʼ ὄρθια φωνῇ, §21κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον.
彼女は甲高い声で叫び、至高にして最善の父、クロノスの子(ゼウス)を呼び求めた。
§22οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων
しかし、不死の神々の誰も、死すべき人間の誰も、その声を聞かなかった。
§23ἤκουσεν φωνῆς, οὐδʼ ἀγλαόκαρποι ἐλαῖαι†
実り豊かなオリーブの木々も†。
§24εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα §25ἄιεν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος, §26Ἠέλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός, §27κούρης κεκλομένης πατέρα Κρονίδην·
ただ、ペルサイオスの娘、優しい心を持つ、洞窟の中から聞いた、美しいヴェールを被ったヘカテと、ヒュペリオノスの輝かしい息子、太陽の主(ヘリオス)だけが、乙女が父クロノスの子を呼び求めるのを聞いた。
ὃ δὲ νόσφιν §28ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ, §29δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων.
だが、彼(ゼウス)は離れて、神々から遠く離れ、多くの祈りが捧げられる神殿に座り、死すべき人間たちから美しい生贄を受け取っていた。
§30τὴν δʼ ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι §31πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων, §32ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
彼女が嫌がるのを、ゼウスの意図により連れ去ったのは、父の兄弟であり、多くの者を支配し、多くの者を受け入れる、不死の馬に乗った、クロノスの多くの名を持つ息子であった。
§33ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα §34λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα §35αὐγάς τʼ ἠελίου, ἔτι δʼ ἤλπετο μητέρα κεδνὴν §36ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων, §37τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ·
さて、女神が地と、星ちりばむ天、そして魚の群れる逆巻く海、そして太陽の光を見つめ、まだ愛する母や不変の神々の種族を見ることができると望みを抱いている間は、悲しみつつも、望みが彼女の偉大な心を慰めていた。
§38ἤχησαν δʼ ὀρέων κορυφαὶ καὶ βένθεα πόντου §39φωνῇ ὑπʼ ἀθανάτῃ·
山々の峰も、海の深淵も、その不死の声に響き渡った。
τῆς δʼ ἔκλυε πότνια μήτηρ.
そして、尊い母がそれを聞いた。
§40ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις §41ἀμβροσίαις κρήδεμνα δαΐζετο χερσὶ φίλῃσι, §42κυάνεον δὲ κάλυμμα κατʼ ἀμφοτέρων βάλετʼ ὤμων,
鋭い苦痛が彼女の心を捉え、彼女は不老不死の髪のヴェールを自らの手で引き裂き、両肩に暗い色の覆いをかけた。
§43σεύατο δʼ ὥστʼ οἰωνός, ἐπὶ τραφερήν τε καὶ ὑγρὴν §44μαιομένη·
そして、鳥のように、陸の上も海の上も探し求めながら飛び立った。
τῇ δʼ οὔτις ἐτήτυμα μυθήσασθαι §45ἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,
しかし、誰一人として、彼女に真実を語ろうとしなかった。 神々の中にも、死すべき人間の中にも。
§46οὔτʼ οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν.
鳥たちの中にも、真実を告げる使者として彼女のもとに来る者はなかった。
§47ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ §48στρωφᾶτʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα,
九日間の間、尊いデオーは、燃え盛る松明を手にして、地の上を彷徨い歩いた。
§49οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο §50πάσσατʼ ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς.
悲しみのうちに、不老不死の食べ物も、甘く飲むネクタルも決して口にせず、身体に湯浴みを浴びせることもしなかった。
§51ἀλλʼ ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς, §52ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσα §53καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε·
しかし、第十の輝かしい夜明けが訪れたとき、ヘカテが松明を手にして彼女に出会い、告げるべき言葉を語り、声をかけた。
§54<milestone type="startquote"/>πότνια Δημήτηρ, ὡρηφόρε, ἀγλαόδωρε,
<milestone type="startquote"/>「尊きデメテル、季節を運ぶ者、輝かしい贈り物を施す者よ。
§55τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπων §56ἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν;
天の神々、あるいは死すべき人間の誰が、ペルセポネを連れ去り、あなたの愛する心を苦しめたのですか。
§57φωνῆς γὰρ ἤκουσʼ, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν, §58ὅστις ἔην·
私は声を聞きましたが、誰であるかをこの目で見ませんでした。
σοὶ δʼ ὦκα λέγω νημερτέα πάντα.
あなたにすぐに真実をすべて話しましょう。
<milestone type="endquote"/> §59ὣς ἄρʼ ἔφη Ἑκάτη·
」<milestone type="endquote"/> ヘカテはそのように言った。
τὴν δʼ οὐκ ἠμείβετο μύθῳ §60Ῥείης ἠυκόμου θυγάτηρ, ἀλλʼ ὦκα σὺν αὐτῇ §61ἤιξʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα.
豊かな髪のレイアの娘は言葉を返さず、ただすぐに、彼女と共に、燃え盛る松明を手にして急いだ。
§62Ἠέλιον δʼ ἵκοντο, θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν, §63στὰν δʼ ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων·
二人は、神々と人間の監視者であるヘリオスのもとに至り、馬たちの前に立って、女神の中の気高き女神が尋ねた。
§64<milestone type="startquote"/>ἠέλιʼ, αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ §65ἢ ἔπει ἢ ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα·
<milestone type="startquote"/>「ヘリオスよ、もし私がかつて言葉や行いであなたの心や精神を喜ばせたことがあるなら、女神である私に敬意を払い、私を憐れんでおくれ。
§66κούρην τὴν ἔτεκον, γλυκερὸν θάλος, εἴδεϊ κυδρήν,
私が産んだ娘、甘い若枝、姿の美しい娘。
§67τῆς ἀδινὴν ὄπʼ ἄκουσα διʼ αἰθέρος ἀτρυγέτοιο
その娘の激しい泣き叫ぶ声を、私は不毛の荒れた大気を通して聞いた。
§68ὥστε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν.
まるで力づくで奪われているかのように。 しかし、この目では見なかった。
§69ἀλλά, σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον §70αἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι, §71νημερτέως μοι ἔνισπε φίλον τέκος, εἴ που ὄπωπας,
だが、あなたは澄んだ大気から、すべての地の上、そして海の上を光線で見下ろしているのだから、私の愛する子がどこにいるか、もし見たのなら、真実を私に告げておくれ。
§72ὅστις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃ §73οἴχεται ἠὲ θεῶν ἢ καὶ θνητῶν ἀνθρώπων.
私の知らないところで、嫌がる彼女を力づくで連れ去ったのは、神々のうちの誰か、それとも死すべき人間のうちの誰なのかを。
<milestone type="endquote"/>
」<milestone type="endquote"/>

語釈・文法注

  1. §2ἣν Ἀιδωνεὺς — 関係代名詞 ἣν は先行詞 θύγατρα(娘)を指し、後続する ἥρπαξεν(さらった)および δῶκεν(与えた)の二つの動詞にかかっている。δῶκεν の文脈では「娘を(ハデスに)与えた」という二重対格の直接目的語を兼ねる。
  2. §8δόλον — 動詞 φῦσε(生み出させた)の同格(または結果の対格)であり、娘を陥れる「罠として」という意味を表す。
  3. §43τραφερήν τε καὶ ὑγρὴν — 女性形容詞 τραφερή(乾いた、陸の)および ὑγρή(湿った、水の)は、それぞれ名詞 χθών(あるいは γῆ)および θάλασσα(あるいは ἅλς)を省略した、ギリシア詩に特徴的な定型的表現。
  4. §67ὥστε βιαζομένης — 接続詞 ὥστε は、分詞の属格 βιαζομένης(強要されている)に結びつき、比喩(「まるで〜するかのように」)を表す。この属格は、娘の叫び声を修飾する ὄψ(声)または属格の関係代名詞 τῆς に一致している。

この箇所を引用する

ホメロス風讃歌, 第2歌 デメテル讃歌 §1-73. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0013.tlg002.humanitext-grc2:1-73

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。