§8.76ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ §8.77ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων §8.78χαῖρε νόῳ, ὅ τʼ ἄριστοι Ἀχαιῶν δηριόωντο.
他们曾这样在神明丰盛的宴席上争吵,用激烈的话语;而众人的王者阿伽门农心中暗喜,当阿开亚人中最优秀的人们在争吵时。
§8.79ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων §8.80Πυθοῖ ἐν ἠγαθέῃ, ὅθʼ ὑπέρβη λάινον οὐδὸν §8.81χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ §8.82Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.
因为佛伊波斯·阿波罗曾这样在神谕中对他说,在神圣的皮托,当他跨过石制门槛去求问神谕;因为那时,灾祸的开端正滚滚而来,降临在特洛伊人和达奈人身上,这皆因伟大宙斯的意旨。
§8.83ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς §8.84πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι §8.85κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα· §8.86αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων.
于是名扬四海的歌者唱着这些;而奥德修斯用强壮的双手指起一件紫色大斗篷,从头顶拉下,遮住了他英俊的脸庞;因为他在法亚基亚人面前,为自己双眉下流泪而感到羞愧。
§8.87ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός, §8.88δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε §8.89καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν· §8.90αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν §8.91Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντʼ ἐπέεσσιν, §8.92ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.
每当神圣的歌者停止歌唱,他便拭去眼泪,将斗篷从头上拿开,拿起双耳杯,向神明们敬献奠酒;但每当歌者重新开始,且他们促其歌唱时—— 法亚基亚人中那些最优秀的人,因为他们乐见其言辞—— 奥德修斯便又遮住头部,痛哭起来。
§8.93ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων, §8.94Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν §8.95ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
此时,他流泪的举动瞒过了其他所有人,唯有阿尔基诺奥斯察觉并注意到了他,他就坐在他身旁,听到了他沉重的叹息。
于是他立即对热爱划桨的法亚基亚人说道: “听我说,法亚基亚人的领袖和统治者们。
我们现在已经用这平等的宴席满足了心志,还有那与丰盛宴席相伴的竖琴。
§8.100νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν §8.101πάντων, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν §8.102οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων §8.103πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.
但现在让我们走出去,尝试各种竞技,以便客人在回到家乡、会见亲友时,能宣告我们超越他人多少,在拳击、摔跤、跳跃以及奔跑上。
§8.104ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.
” 他这样说完便在前面引路,而他们一同跟随。
§8.105κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν, §8.106Δημοδόκου δʼ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο §8.107κῆρυξ·
(传令官)将声音清脆的竖琴挂在木钉上,握住德莫多科斯的手,领着他走出大殿;传令官。
ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι §8.108Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.
他引导他走上和其余的人—— 法亚基亚人中最优秀的人们,为了去观看竞技而走上的同一条道路。
§8.109βὰν δʼ ἴμεν εἰς ἀγορήν, ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος, §8.110μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.
他们走向广场,身后跟随者庞大的群众,数以万计;许多优秀而高贵的青年纷纷站立起来。
§8.111ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς, §8.112Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς, §8.113Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε §8.114Ἀμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο· §8.115ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ, §8.116Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε §8.117πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα.
阿克罗内乌斯、奥屈亚洛斯、埃拉特勒乌斯站了起来,还有纳乌特乌斯、普里姆内乌斯、安希亚洛斯和埃雷特梅乌斯,以及蓬特乌斯、普罗雷乌斯、托翁和阿纳贝西内乌斯,还有安菲亚洛斯,波吕内乌斯之子,特克东之孙;还有欧律阿洛斯,他宛如危害凡人的战神阿瑞斯,他是纳乌博洛斯之子,在外貌和体态上是所有法亚基亚人中最优秀的,仅次于完美无瑕的拉奥达马斯。
§8.118ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο, §8.119Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.
完美无瑕的阿尔基诺奥斯的三位儿子也站了起来:拉奥达马斯、哈利奥斯和神一般的克吕托内乌斯。
§8.120οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.
他们最先进行的,确实是徒步奔跑的竞试。
§8.121τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες §8.122καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο· §8.123τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων· §8.124ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν, §8.125τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο.
为他们,赛道自起点伸展;他们全体一起飞速奔跑,在平原上扬起阵阵尘土;在他们中,完美无瑕的克吕托内乌斯奔跑最为出色;正如休耕地中骡群一犁的距离,他便领先跑出那么远,到达了众人面前,而其他人被抛在后面。
§8.126οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο· §8.127τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.
接着,他们进行艰苦的摔跤较量;在此项中,欧律阿洛斯战胜了所有最优秀的人。
§8.128ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν· §8.129δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς, §8.130πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.
而在跳跃中,安菲亚洛斯在所有人中最出色;在铁饼上,埃拉特勒乌斯又是所有人中最强健的;在拳击上则是拉奥达马斯,阿尔基诺奥斯高贵的儿子。
§8.131αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις, §8.132τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο· §8.133δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ ἄεθλον §8.134οἶδέ τε καὶ δεδάηκε.
当他们全体都在竞技中满足了心志后,阿尔基诺奥斯之子拉奥达马斯对他们说道: “来吧,朋友们,让我们问问这位客人,他是否懂得并且学习过某种竞技。
φυήν γε μὲν οὐ κακός ἐστι, §8.135μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν §8.136αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης §8.137δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν· §8.138οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης §8.139ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.
就体格而言,他决非差劲,大腿、小腿以及上面的双臂,强壮的颈项和巨大的力量;他在青春活力上也毫不欠缺,只是被许多厄运摧残得憔悴了;因为我认为,没有什么比大海更坏的了,足以让人崩溃,哪怕他是极其强壮之人。
§8.140τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε· §8.141Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
” 欧律阿洛斯接着回答他说道: “拉奥达马斯,你这话确实说得很得体。
§8.142αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.
现在你自己走过去挑战他,并对他说出这番话。