§8.443αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλον, §8.444μή τίς τοι καθʼ ὁδὸν δηλήσεται, ὁππότʼ ἂν αὖτε §8.445εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ.
“您自己现在请看看这盖子,迅速在上面打上结,免得有人在路上加害于您,当您再次乘着黑船前行、安享甜美的睡眠之时。
§8.446αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς, §8.447αὐτίκʼ ἐπήρτυε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλεν §8.448ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη·
” 此时,深受磨难的高贵奥德修斯听了这话,立刻扣上盖子,迅速在上面打上了巧妙的结,这是昔日尊贵的喀耳刻教给他的。
ὁ δʼ ἄρ ἀσπασίως ἴδε θυμῷ §8.451θερμὰ λοέτρʼ, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν, §8.452ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο.
他心中十分欣喜地看着温暖的浴水,因为自从他离开秀发的美丽卡吕普索的住所后,便很少受到这般照料。
§8.453τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.
而在那之前,他受到的照料如神明般始终未断。
§8.454τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ, §8.455ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα, §8.456ἔκ ῥʼ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας §8.457ἤιε· Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα §8.458στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, §8.459θαύμαζεν δʼ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα, §8.460καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· §8.461χαῖρε, ξεῖνʼ, ἵνα καί ποτʼ ἐὼν ἐν πατρίδι γαίῃ §8.462μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγριʼ ὀφέλλεις.
当侍女们为他洗浴完毕、涂上橄榄油,并为他披上美丽的斗篷和内衣时,他走出浴池,朝那些饮酒的男子走去;而拥有神赐美貌的纳乌西卡正立在建造坚固的殿堂柱旁,她亲眼看着奥德修斯,心中赞叹不已,开口对他说道,说出了羽翼之言: “愿您安好,客人,好让您日后回到祖国时,也能想起我,因为是您首先欠了我救命之恩。
§8.463τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς. §8.464Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο, §8.465οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης, §8.466οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι·
” 足智多谋的奥德修斯回答她,说道: “纳乌西卡,宽宏的阿尔基诺奥斯之女,愿赫拉的丈夫、雷声轰鸣的宙斯如今降旨,使我能回到家中,亲眼看见归国之日。
若能如此,即便在彼处,我也会像敬神一样向您祈祷,终生如此;因为是您救了我的命,姑娘。
§8.469ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρʼ Ἀλκίνοον βασιλῆα·
” 他说完,便在阿尔基诺奥斯王身旁的宝座上坐下。
§8.470οἱ δʼ ἤδη μοίρας τʼ ἔνεμον κερόωντό τε οἶνον.
此时人们正分配着肉份,并调和着美酒。
§8.471κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν, §8.472Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δʼ ἄρʼ αὐτὸν §8.473μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.
传令官领着深受爱戴的歌手走近,即深受民众尊崇的德莫多科斯;他安排他坐下,在宴席宾客的中央,让他依着一根高大的柱子。
§8.474δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς, §8.475νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο, §8.476ἀργιόδοντος ὑός, θαλερὴ δʼ ἦν ἀμφὶς ἀλοιφή· §8.477κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσιν, §8.478Δημοδόκῳ· καί μιν προσπτύξομαι ἀχνύμενός περ·
这时,足智多谋的奥德修斯对传令官说道,他从白齿公猪的脊肉上切下一块——当时还剩了许多—— 肉上围着厚厚的油脂: “传令官,拿去吧,把这块肉递给德莫多科斯,好让他吃,递给德莫多科斯;即便我满怀忧伤,我也要向他致敬。
§8.479πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ §8.480τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας §8.481οἴμας μοῦσʼ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν.
因为对世间的所有凡人而言,歌手们都享有尊荣与敬意,因为是缪斯教导了他们歌唱之道,并且眷顾着歌手的部族。
” 他这样说道,传令官将肉接过来,递到了英雄德莫多科斯手中;德莫多科斯接过去,心中欢喜。
§8.484οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
于是众人伸手去拿面前摆好的食物。
§8.485αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, §8.486δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς· §8.487Δημόδοκʼ, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ ἁπάντων.
当他们满足了饮水和进食的渴望之后,这时,足智多谋的奥德修斯对德莫多科斯说道: “德莫多科斯,在所有的凡人中,我对您推崇至极。
§8.488ἢ σέ γε μοῦσʼ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γʼ Ἀπόλλων· §8.489λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις, §8.490ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί, §8.491ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.
或者是宙斯之女缪斯教导了您,或者是阿波罗;因为您唱起阿开亚人的命运,唱得太合乎法度了,他们所行、所受以及他们所遭的一切苦难,倒好似您自己亲临其境,或是从旁人那里听来一般。
§8.492ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον §8.493δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ, §8.494ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς §8.495ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν.
但是来吧,请转换主题,歌唱木马的建造,那是埃佩奥斯在雅典娜协助下制成的,昔日高贵的奥德修斯将它作为计谋引入了卫城,里面填满了那些毁灭了伊利翁的勇士。
§8.496αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς, §8.497αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν, §8.498ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.
如果您能向我如实、顺理地叙述这些事,我便立刻向所有世人宣扬,神明确实怀着好意,赐予了您神圣的歌才。
§8.499ὣς φάθʼ, ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν, §8.500ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν §8.501βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες, §8.502Ἀργεῖοι, τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσῆα §8.503ἥατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ· §8.504αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.
” 他这样说道,而歌手受神明感召,开口宣示他的歌声,从那一刻唱起:阿尔戈斯人如何登上他们那排桨整齐的船只,放火烧毁了营帐,扬帆离去,而其余的人已经聚在声名昭著的奥德修斯周围,隐藏在木马里,坐在特洛伊人的广场中央;因为是特洛伊人自己把它拉进了卫城。
§8.505ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον §8.506ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή, §8.507ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ, §8.508ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης, §8.509ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι, §8.510τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν· §8.511αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ §8.512δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι §8.513Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
于是木马就立在那里,而人们坐在它周围议论纷纷,争执不下;他们的意见分成了三种:或者用无情的青铜劈开这空心的木料,或者将它拉上山崖顶端,扔下岩石,或者任其立在那里,作为取悦神明的大型供品,而最后这一种做法,正是后来注定要发生的结局;因为当城池容纳了那匹巨大的木马时,他们便注定毁灭,因为木马中坐着所有阿尔戈斯人的最杰出的勇士,正给特洛伊人带来死亡与劫数。