Humanitext Reader

荷马 · 奥德赛 §8.221-8.293

奥德修斯的夸耀与德莫多科斯咏阿雷斯

第 52 段,共 173 段 · 希腊语

内容简介

奥德修斯夸示自己在弓箭和投枪上的卓越本领,但坦承因历尽海上磨难而唯独担心竞跑。阿尔基诺奥斯见状转而展现法亚基亚人的歌舞特长,歌手德莫多科斯开始吟唱阿雷斯和阿芙罗狄忒的私通传说。

§8.221τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι, §8.222ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.
“但在其余的所有凡人中,我敢说自己远为优秀,在如今所有在大地上吃着粮食活着的凡人之中。
§8.223ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω, §8.224οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι, §8.225οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.
然而对于过去的先贤们,我却不愿与他们争高下,无论是赫拉克勒斯,还是奥伊卡里亚的欧律托斯,他们曾用弓箭与不死的神明竞射。
§8.226τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας §8.227ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων §8.228ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
因此伟大的欧律托斯猝然死去,没能在自家的宫殿里活到白头;因为被激怒的阿波罗杀死了他,因为他竟向神挑战比试弓术。
§8.229δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.
如果投掷标枪,我能比任何别人射出的箭还远。
§8.230οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ §8.231Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην §8.232κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα §8.233ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.
我唯独担心自己的双脚,唯恐有法亚基亚人会超越我;因为我实在是太凄惨地折服于那重重波涛之中了,因为在船上并无长期的精心调理,所以我的肢体都已疲软不堪。
§8.234ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
” 他这样说道,所有人便都静默无声。
§8.235Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν· §8.236ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ ἀγορεύεις, §8.237ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ, §8.238χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς §8.239νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο, §8.240ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν· §8.241ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ §8.242εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι §8.243δαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,
只有阿尔基诺奥斯开口回答他说道: “客人,既然你在我们中间说出这番不失体面的话,只是想显露那伴随你自身的杰出力量,因为你愤怒于这个人在赛场上站在你身旁并羞辱你,以至于任何一个懂得在心中说得得体之言的凡人,都不会轻视你的优秀;那么来吧,现在且听我一言,以便你将来在自家的宫殿里,同你的妻子和你的孩子们宴饮时,能回忆起我们的优秀,并将之告诉其他的英雄。
§8.244ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν §8.245Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.
那就是宙斯自我们祖辈起,始终赐予我们的那些本领。
§8.246οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί, §8.247ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι, §8.248αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε §8.249εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
我们虽然不是完美无瑕的拳击手或摔跤手,但我们双脚奔跑如飞,且最善于驾船,我们总是喜爱宴席、竖琴和舞蹈,以及换洗的衣服、温水沐浴和舒适的床铺。
§8.250ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι, §8.251παίσατε, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν §8.252οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων §8.253ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.
那么来吧,所有法亚基亚人中最优秀的舞者们,尽情舞蹈吧,以便这位客人在回到家乡、面对亲友时,能告诉他们,我们在航海、疾跑、舞蹈以及歌唱上,超越其他人有多远。
§8.254Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν §8.255οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.
让谁快去把那把声音清脆的竖琴拿来,它大概正放在我们宫殿里的某个地方,好给德莫多科斯使用。
§8.256ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ §8.257οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.
” 神一样的阿尔基诺奥斯这样说道,传令官便站起身来,去从国王的宫殿里取那把精美的竖琴。
§8.258αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν §8.259δήμιοι, οἳ κατʼ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα, §8.260λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα.
共有九位被挑选出来的公证裁判站起身来,他们平时在赛场上把每件事都安排得妥妥帖帖,他们平整了舞蹈场地,开辟出了美丽的舞池。
§8.261κῆρυξ δʼ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν §8.262Δημοδόκῳ·
传令官走上前,手里拿着声音清脆的竖琴,递给德莫多科斯。
ὁ δʼ ἔπειτα κίʼ ἐς μέσον· ἀμφὶ δὲ κοῦροι §8.263πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο, §8.264πέπληγον δὲ χορὸν θεῖον ποσίν.
德莫多科斯随后走到场地中央,周围站着刚成年的青年们,他们都精通舞蹈,用双脚敲击着神圣的舞池。
αὐτὰρ Ὀδυσσεὺς §8.265μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.
而奥德修斯注视着他们双脚闪烁的舞步,在心中赞叹不已。
§8.266αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν §8.267ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης, §8.268ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι §8.269λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν §8.270Ἡφαίστοιο ἄνακτος.
此时,歌手拨弄琴弦,开始美妙地歌唱,歌唱阿雷斯与戴着美丽花冠的阿芙罗狄忒之间的恋情,他们起初如何在赫斐斯托斯的宫殿里秘密结合,阿雷斯送了她许多礼物,羞辱了赫斐斯托斯国王的床铺与寝榻。
ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν §8.271Ἥλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι.
但赫利奥斯很快把这消息告诉了他,因为他目睹了他们沉浸在爱河之中的结合。
§8.272Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε, §8.273βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,
赫斐斯托斯一听这痛心的话语,便在心中暗暗策划着惩罚的恶谋,走向了锻造作坊。
§8.274ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς §8.275ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν.
他把一块巨大的铁砧安放在砧座上,锻造出无法打破、无法解开的锁链,好让它们牢固地留在原处。
§8.276αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει, §8.277βῆ ῥʼ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνιʼ ἔκειτο, §8.278ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·
他因对阿雷斯怀着怒火而做好了陷阱之后,便走向那放着他心爱的床榻的卧室,把这些锁链密密麻麻地缠绕在床柱周围。
§8.279πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο, §8.280ἠύτʼ ἀράχνια λεπτά, τά γʼ οὔ κέ τις οὐδὲ ἴδοιτο, §8.281οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο.
还有许多锁链从上面的天花板垂下来,宛如细密的蜘蛛网,任何人都无法察觉,即使是那些快乐的神明也看不见,因为它们被制作得极其精巧。
§8.282αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν, §8.283εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον, §8.284ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.
当他在床榻周围布置好了所有的陷阱,便假装要前往利姆诺斯,那座建设完好的城池,那是在大地上所有地方中,他最喜爱的地方。
§8.285οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης, §8.286ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα· §8.287βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο §8.288ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.
金缰绳的阿雷斯可没有盲目地监视,一看到名声显赫的匠神赫斐斯托斯离去,他便走向名声显赫的赫斐斯托斯的宫殿,渴望着与戴着美丽花冠的西塞利亚的爱情。
§8.289ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος §8.290ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ·
而她刚好从力量强大的父亲、克罗诺斯之子那里刚刚回来并坐下。
ὁ δʼ εἴσω δώματος ᾔει, §8.291ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· §8.292δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες· §8.293οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη
阿雷斯走入宫殿中,握住她的手,开口说话,呼唤着她说道: “来吧,亲爱的,让我们上床安歇去吧;因为赫斐斯托斯已经不在本地,他大概已经去了……”

词汇与语法注释

  1. 8.223ἐριζέμεν — 动词 ἐρίζω(竞争、较量)的荷马史诗式现在不定式。此处使用了史诗特有的词尾 -έμεν,而非古典雅典方言的 -ειν。
  2. 8.230δείδοικα... μή τίς με παρέλθῃ — 由表示担忧的动词 δείδοικα(我担心)引导带有虚词 μή(恐怕、免得)的惧虑从句,后接过去不定时(Aorist)虚拟语气 παρέλθῃ,表示单次动作的“被超越”。
  3. 8.239ὡς ἂν... ὄνοιτο — 引导目的或结果的连词 ὡς 与表示潜在可能性的语气小词 ἄν 及希求语气 ὄνοιτο(源自 ὄνομαι,意为指责、轻视)连用,表达一种潜在或假设性的结果:“以便任何凡人都无法轻视你的杰出”。
  4. 8.279μελαθρόφιν — 名词 μέλαθρον(屋顶、屋梁)与古史诗特有的格词尾 -φι(ν) 相结合,在此处作为不带前置词的分离属格(或夺格)使用,意为“从屋梁上”。
  5. 8.283εἴσατʼ ἴμεν — 直陈语气过去不定时动词 εἴσατο(源自 εἴδομαι,指装作、显得)与现在不定式 ἴμεν(源自 εἶμι,指去)的结合,该句型在文中表示“装作要去”或“假装出发”。

引用这一段

荷马, 奥德赛 §8.221-8.293. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:8.221-8.293

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。