§8.294οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.
“他去往利姆诺斯,去找那些言语粗鲁的辛提亚人了。
§8.295ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
” 他这样说道,而对她而言,同他共寝显得极为令人向往。
§8.296τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ §8.297τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο, §8.298οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι.
两人走上床榻安歇,而他们周围,那充满智慧的赫斐斯托斯制作的精巧锁链便落了下来,他们无法移动,也无法抬起任何肢体。
§8.299καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο.
此时他们终于明白,已经无法逃脱。
§8.300ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις, §8.301αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι· §8.302Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.
这时,名声显赫的两脚跛神来到了他们近旁,他在到达利姆诺斯土地之前便已折返;因为赫利奥斯为他守望,并向他通报了消息。
§8.303βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ· §8.304ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει· §8.305σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν· §8.306Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες, §8.307δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε, §8.308ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη §8.309αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα, §8.310οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε §8.311ἠπεδανὸς γενόμην.
他满怀忧伤,朝自己的宫殿走去;他站在大门口,狂暴的怒火将他攫住;他发出可怕的呼喊,对所有的神明大声喊道: “父亲宙斯啊,以及其他永生的快乐神明,请到这里来,看一看这荒唐且不可容忍的事,宙斯的女儿阿芙罗狄忒,因我是个跛子,便总是羞辱我,却去爱那带来毁灭的阿雷斯,因为他长得俊美且双足完好,而我却生来虚弱。
ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος, §8.312ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.
但这并不怪别人,只怪我的双亲,他们要是没有生下我就好了。
§8.313ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι §8.314εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι.
来看吧,看那两个人如何走上我的床榻,沉浸在爱河中安睡,而我看着却备尝痛苦。
§8.315οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως §8.316καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω §8.317εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει, §8.318εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα, §8.319ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης, §8.320οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.
我不认为他们还想在这里多躺片刻,尽管他们彼此深爱;很快,他们两人都不会再想睡觉了;但这陷阱和锁链将会困住他们,直到他们的父亲向我全部退还所有的聘礼,那些我为了那个无耻的姑娘而亲手交到他手里的东西,因为他的女儿虽然美丽,却无法克制情欲。
§8.321ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ·
” 他这样说道,众神便聚集到那座有着铜地基的宫殿里。
环抱大地的波塞冬来了,带来福泽的赫耳墨斯来了,远射之王阿波罗也来了。
§8.324θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.
但女神们因羞耻心而各自留在家中。
§8.325ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων· §8.326ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι §8.327τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.
施舍善物的众神站在大门前;快乐的众神中爆发出了难以遏制的笑声,当他们看到这充满智慧的赫斐斯托斯所设的机巧。
§8.328ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· §8.329οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν,
一个人看着他的邻人,会这样说道: “恶行不得善果;瞧,慢者追上了快者!
§8.330ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα §8.331ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν, §8.332χωλὸς ἐὼν τέχνῃσι·
正如现在,赫斐斯托斯虽慢,却捉住了阿雷斯,尽管阿雷斯是掌管奥林匹斯的众神中最敏捷的一员,赫斐斯托斯虽是跛子,却用机巧制服了他。
τὸ καὶ μοιχάγριʼ ὀφέλλει.
为此,阿雷斯必须支付通奸罚金。
§8.333ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
” 他们就这样彼此议论着。
§8.334Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· §8.335Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων, §8.336ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς §8.337εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;
宙斯之子、阿波罗国王对赫耳墨斯说: “赫耳墨斯啊,宙斯之子,使者,善物的施舍者,你是否真的愿意被坚固的锁链紧紧压住,在床榻上同金色的阿芙罗狄忒并肩安睡?
§8.338τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης· §8.339αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον·
” 于是,使者、阿耳戈斯之杀手回答他说: “但愿这能成真,远射之王阿波罗啊!
§8.340δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν, §8.341ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι, §8.342αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.
哪怕有三倍之多、无穷无尽的锁链将我紧紧困住,哪怕你们众神和所有女神都在一旁观看,我也愿意同金色的阿芙罗狄忒同床共寝。
§8.343ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν.
” 他这样说道,在不死的神明之中又爆发出了笑声。
但波塞冬却没有发笑,他只是一直请求着享有盛誉的巧匠赫斐斯托斯,求他放了阿雷斯。
§8.346καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· §8.347λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις, §8.348τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν.
他开口说话,对他说出了羽翼之言: “放了他吧;我向你保证,他会按照你的要求,在不死的神明面前,支付所有合理的赔偿。
§8.349τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις· §8.350μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε· §8.351δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.
” 享有盛誉的两脚跛神回答他说: “环抱大地的波塞冬啊,请不要向我提出这个要求;为无赖作担保,这担保本身也是靠不住的。
§8.352πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν, §8.353εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;
我怎能在不死的神明面前向你索债,要是阿雷斯赖掉债务、逃离锁链溜之大吉的话?
§8.354τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων· §8.355Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας §8.356οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.
” 震动大地的波塞冬回答他说: “赫斐斯托斯啊,哪怕阿雷斯赖掉债务逃跑了,我也会亲自向你支付这笔款项。
” 享有盛誉的两脚跛神回答他说: “我无法也实在不该拒绝你的话。
§8.359ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.
” 他这样说着,赫斐斯托斯的伟力便解开了锁链。
§8.360τὼ δʼ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος, §8.361αὐτίκʼ ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει, §8.362ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη, §8.363ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις.
而那两人一从锁链中被释放出来——尽管那锁链极其坚固—— 便立刻跃起,阿雷斯去了色雷斯,而爱笑的阿芙罗狄忒则来到了塞浦路斯,去往帕福斯,那里有她的圣地和芬芳的祭坛。
§8.364ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ §8.365ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας, §8.366ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.
在那里,美惠三女神为她沐浴,并涂上香油,那是常驻于永生神明身上的不死香油;她们还为她披上迷人的衣装,真是令人叹为观止。
§8.367ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς
这些便是著名的歌手所唱的歌;而奥德修斯