Humanitext Reader

荷马 · 奥德赛 §7.282-7.347

相遇娜乌西卡与阿尔基诺奥斯许诺送归

第 48 段,共 173 段 · 希腊语

内容简介

奥德修斯讲述了自己在河边灌木丛中入睡并在次日被娜乌西卡救助的经历。阿尔基诺奥斯承认女儿在礼仪上的疏忽,并热烈欢迎奥德修斯,许诺次日送其返乡。

§7.282λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.
那地方没有岩石,十分平坦,而且有防风的掩蔽。
§7.283ἐκ δʼ ἔπεσον θυμηγερέων, ἐπὶ δʼ ἀμβροσίη νὺξ
我(从水里)挣扎着爬上岸,瘫倒在地,恢复着呼吸。
§7.284ἤλυθʼ.
这时神圣的黑夜降临了。
ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο §7.285ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα §7.286ἠφυσάμην· ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν.
我离开那条天雨汇成的河流,走到灌木丛中睡下,在身体周围搂聚起落叶;一位神明将无尽的睡眠倾注在我身上。
§7.287ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ §7.288εὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ.
在那里,我裹在落叶中,心中怀着悲伤,睡了整整一夜,直到清晨,又到了中午。
§7.289δείλετό τʼ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.
太阳西斜,甜美的睡眠才放开了我。
§7.290ἀμφιπόλους δʼ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς §7.291παιζούσας, ἐν δʼ αὐτὴ ἔην ἐικυῖα θεῇσι·
我看见你的女儿的女仆们在沙滩上玩耍,她本人也在其中,容貌宛如女神。
§7.292τὴν ἱκέτευσʼ· ἡ δʼ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ, §7.293ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα §7.294ἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.
我向她哀求;她表现出了极好的教养与良识,以至于你绝不会期待一个不期而遇的年轻后辈能做出这样的举动;因为年轻人总是思虑不周。
§7.295ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδʼ αἴθοπα οἶνον §7.296καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματʼ ἔδωκε.
她给了我足够的食物和闪光的葡萄酒,并在河里为我沐浴,还给了我这些衣服。
§7.297ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.
这些事情,尽管我深感忧伤,但已向你如实禀告。
§7.298τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· §7.299ξεῖνʼ, ἦ τοι μὲν τοῦτο γʼ ἐναίσιμον οὐκ ἐνόησε §7.300παῖς ἐμή, οὕνεκά σʼ οὔ τι μετʼ ἀμφιπόλοισι γυναιξὶν §7.301ἦγεν ἐς ἡμέτερον, σὺ δʼ ἄρα πρώτην ἱκέτευσας.
” 阿尔基诺奥斯接着回答并对他说: “客人啊,我的女儿在这件事上确实考虑得不周全,因为她没有让女仆们陪同你一起来我们的家,而你明明最先向她哀求。
§7.302τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §7.303ἥρως, μή τοι τοὔνεκʼ ἀμύμονα νείκεε κούρην· §7.304ἡ μὲν γάρ μʼ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι, §7.305ἀλλʼ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε, §7.306μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι· §7.307δύσζηλοι γάρ τʼ εἰμὲν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων.
” 智谋多端的奥德修斯回答他道: “英雄啊,请不要因此责备那无瑕的姑娘;因为她确实曾吩咐我随同女仆们一起前来,但我自己因害怕和羞愧而不愿意,唯恐你看见我时,心中会产生怒意;因为我们大地上的人类部族,个个都是多疑易怒的。
§7.308τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· §7.309ξεῖνʼ, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ §7.310μαψιδίως κεχολῶσθαι· ἀμείνω δʼ αἴσιμα πάντα.
” 阿尔基诺奥斯接着回答并对他说: “客人啊,我胸中的这颗心,绝非那种会无端动怒之物;万事皆以合乎中庸为美。
§7.311αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, §7.312τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τʼ ἐγώ περ, §7.313παῖδά τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι
但愿,父神宙斯、雅典娜和阿波罗啊,像你这样的人,怀着和我一样的想法,能娶我的女儿为妻,并在留在这里的同时被称为我的女婿!
§7.314αὖθι μένων· οἶκον δέ κʼ ἐγὼ καὶ κτήματα δοίην, §7.315εἴ κʼ ἐθέλων γε μένοις· ἀέκοντα δέ σʼ οὔ τις ἐρύξει §7.316Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.
如果你自愿留下,我将赠予你房屋和财产;但若违背你的意愿,没有任何一个法亚基亚人会强留你;愿这不要成为父神宙斯所悦纳的事。
§7.317πομπὴν δʼ ἐς τόδʼ ἐγὼ τεκμαίρομαι, ὄφρʼ ἐὺ εἰδῇς, §7.318αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ §7.319λέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην, ὄφρʼ ἂν ἵκηαι §7.320πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν, §7.321εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστʼ Εὐβοίης,
为了让你放心,我把护送你的期限定在明天;那时你将被睡眠降伏而躺下,而他们将划过平静的海面,直到你抵达你的祖国和府邸,以及任何你所向往的地方,即使那地方比优卑亚还要遥远得多。
§7.322τήν περ τηλοτάτω φάσʼ ἔμμεναι, οἵ μιν ἴδοντο §7.323λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν §7.324ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.
凡是见过那里的我方子民,都说那是极远之地,那时他们护送着金发的拉达曼迪斯去探望大地之子提堤俄斯。
§7.325καὶ μὲν οἱ ἔνθʼ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν §7.326ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδʼ ὀπίσσω.
而实际上,他们去了那里,并且毫无劳顿之感地在同一天内完成了旅程,并回到了家中。
§7.327εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται §7.328νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.
你亲身也会在心中明白,我的船只是何等精良,而我的小伙子们用桨激起浪花又是何等出色。
§7.329ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, §7.330εὐχόμενος δʼ ἄρα εἶπεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· §7.331Ζεῦ πάτερ, αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπαντα §7.332Ἀλκίνοος·
” 他这样说完,历经坎坷的高贵奥德修斯心中欢喜,他祈祷着说,并大声呼喊道: “父神宙斯啊,但愿阿尔基诺奥斯所说的一切都能实现!
τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν §7.333ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην.
这样,他在育人的大地之上的名声将永不熄灭,而我亦能回到我的祖国。
§7.334ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· §7.335κέκλετο δʼ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν §7.336δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ §7.337πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας §7.338χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
” 就这样,他们互相说着这样的话语;白臂的阿瑞忒吩咐她的女仆们在回廊下安置床铺,铺上美丽的紫色毯子,在上面铺好被褥,并放上厚实的斗篷,以便他御寒裹身。
§7.339αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι· §7.340αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι, §7.341ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν· §7.342ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.
女仆们手里拿着火把,走出了殿堂;当她们急忙铺好厚实的床铺后,便站在奥德修斯身旁,用言语催促他: “起来去睡吧,客人;你的床铺已经准备好了。
§7.343ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
” 她们这样说完,对于他来说,去睡觉显得十分惬意。
§7.344ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς §7.345τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ· §7.346Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο, §7.347πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
就这样,历经坎坷的高贵奥德修斯在此睡下,睡在回响着声音的回廊下的雕花木床上;而阿尔基诺奥斯则在高耸的府邸深处歇息,在他的身旁,女主人为他准备好了床铺。

词汇与语法注释

  1. 7.282πετράων — 表示分离的属格。受形容词 `λεῖος`(光滑的、平坦的)修饰,意为“免于岩石而平滑”。
  2. 7.293ὡς οὐκ ἂν ἔλποιο — `ὡς` 引导表示结果或程度的状语从句(“以至于你不会期待……”)。`ἔλποιο` 是与 `ἄν` 连用的可能希求法。`νεώτερον` 是将来不定式 `ἐρξέμεν` 的逻辑主语(对格形式)。
  3. 7.313ἐχέμεν — 由愿望小词 `αἲ γάρ`(但愿)引导的独立使用的愿望不定式。主语为第二人称(奥德修斯),表达了强烈的渴望。
  4. 7.342κέων — 动词 `κείω`(躺下、睡觉)的现在分词。伴随命令句 `ὄρσο`(起来),作为表示目的的状语分词使用(“起来去睡吧”)。

引用这一段

荷马, 奥德赛 §7.282-7.347. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:7.282-7.347

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。