并受到民众的敬重,他们视她如神明,每当她穿过城市时,都用言语向她致敬。
§7.73οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ· §7.74ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.
因为她自己也绝不缺乏优良的智慧;在她关怀的人们中,她甚至能为男人们调解纷争。
§7.75εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ, §7.76ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι §7.77οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.
如果她确实在心中对你怀有好意,那么你便有希望见到你的亲友,并回到你那高顶的家园和你自己的祖国土地。
§7.78ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη §7.79πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν, §7.80ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην, §7.81δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον.
” 闪亮双眸的雅典娜这样说完,便离去了,飞越荒凉的大海,离开了美丽的斯刻里亚,来到马拉松和街道宽阔的雅典,进入了埃瑞克修斯那坚固的府邸。
αὐτὰρ Ὀδυσσεὺς §7.82Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ §7.83ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.
而奥德修斯向着阿尔基诺奥斯那显赫的府邸走去;在他站立时,他的心思绪万千,此时他尚未踏上那青铜的门槛。
因为有如太阳或月亮般的光芒,照耀着宽宏大量的阿尔基诺奥斯那高顶的府邸。
§7.86χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα, §7.87ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο· §7.88χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον· §7.89σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ, §7.90ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη.
青铜的墙壁在两侧延伸,从门槛直达最内室,墙上环绕着一圈青琉璃的飞檐;黄金的门扉将坚固的府邸紧锁在内,银质的门柱立在青铜的门槛上,上面是银质的过梁,还有黄金的门把。
§7.91χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν, §7.92οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι §7.93δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο, §7.94ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.
两旁立着黄金和白银铸成的犬只,那是赫菲斯托斯用精巧的智慧制作的,为了守护宽宏大量的阿尔基诺奥斯的府邸,它们永远不死,也永远不会衰老。
§7.95ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα, §7.96ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι §7.97λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.
在里面,沿墙两侧整齐地排列着座椅,从门槛一直延伸到最内室,上面铺着精细、织造优良的挂毯,那是妇女们的杰作。
斐阿克斯人的领袖们坐在那里,饮酒进食;因为他们有着源源不断的供应。
§7.100χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν §7.101ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες, §7.102φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.
黄金的少年塑像站在建造精良的台座上,手里拿着燃烧的火炬,在夜间为府邸里的宴饮者们照亮。
§7.103πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες §7.104αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν, §7.105αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν §7.106ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο· §7.107καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.
他在府邸里有五十个女仆:有的在石磨上磨着金黄的麦粒,有的坐在那里织布,转动着纺锤,就如同高大白杨树的叶子;从紧密织成的亚麻布上,湿润的油滴滴落下来。
§7.108ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν §7.109νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες §7.110ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη §7.111ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.
正如斐阿克斯男子在海上驾驭快速船比所有其他人都更精通一样,妇女们在织布方面也同样熟练;因为雅典娜极大地赐予了她们精美绝伦的手艺和优良的智慧。
§7.112ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων §7.113τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.
在庭院外,靠近大门的地方,有一个占地四英亩的大果园;周围环绕着两侧的围栏。
§7.114ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα, §7.115ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι §7.116συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.
那里生长着高大、茂盛的树木,有梨树、石榴树,以及结着亮丽果实的苹果树,还有甘甜的无花果树和茂盛的橄榄树。
§7.117τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπει §7.118χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶ §7.119Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.
这些树木的果实从不败坏,也从不匮乏,不论冬夏,常年挂果;总有西风吹拂,使一些果实成长,另一些成熟。
§7.120ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ, §7.121αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ.
梨子接梨子变老,苹果接苹果,葡萄接葡萄,无花果接无花果。
§7.122ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται, §7.123τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ §7.124τέρσεται ἠελίῳ, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν, §7.125ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τʼ ὄμφακές εἰσιν §7.126ἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν.
那里还为他开辟了一片硕果累累的葡萄园,其中一部分在平坦的空地上作为晒场,在太阳下晒干,而人们正在采摘其他葡萄,还有一些正在被践踏;在前面有青涩的葡萄刚刚落花,而另一些则正开始变黑。
在最外一排果树旁,有各式各样整齐的菜畦,常年郁郁葱葱。
§7.129ἐν δὲ δύω κρῆναι ἡ μέν τʼ ἀνὰ κῆπον ἅπαντα §7.130σκίδναται, ἡ δʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησι §7.131πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.
园里有两股泉水:一股散布在整个花园,另一股从另一侧流过庭院的门槛,流向那高大的府邸,市民们便从那里取水。
§7.132τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.
这些便是神明在阿尔基诺奥斯府邸中赐予的辉煌礼物。
§7.133ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.
历经磨难、高贵的奥德修斯站在那里,惊奇地注视着。
当他在心中将这一切全部观赏完毕后,便迅速跨过门槛,走入府邸内部。
§7.136εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας §7.137σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ, §7.138ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.
他发现斐阿克斯人的领袖和首领们正用杯子向目光敏锐的阿格里丰特斯献酒,当他们想到要就寝时,总是最后向他献酒。
§7.139αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς §7.140πολλὴν ἠέρʼ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη, §7.141ὄφρʼ ἵκετʼ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.
历经磨难、高贵的奥德修斯穿过大厅,裹着雅典娜在周围洒下的浓雾,直到来到阿瑞忒和阿尔基诺奥斯国王面前。
§7.142ἀμφὶ δʼ ἄρʼ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,
奥德修斯将双手抱住了阿瑞忒的膝盖;