他,那历经磨难、高贵的奥德修斯在那里这样祈祷,而两只骡子的力量则载着少女向城市奔去。
§7.3ἡ δʼ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθʼ ἵκανε, §7.4στῆσεν ἄρʼ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς §7.5ἵσταντʼ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥʼ ὑπʼ ἀπήνης §7.6ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.
当她抵达她父亲那显赫的府邸时,她在门口将车停下,她的兄弟们围上前来,他们如同不死的神明一般,从车上解下骡子,并将衣服搬进屋里。
§7.7αὐτὴ δʼ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ §7.8γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα, §7.9τήν ποτʼ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι·
她自己则走进自己的内室;为她点燃炉火的是来自阿培拉的名为欧律墨杜萨的侍房老妇,以前,双舷弯曲的船只将她从阿培拉载来。
§7.10Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν §7.11Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν· §7.12ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.
人们选她作为阿尔基诺奥斯的荣誉赠礼,因为他统治着所有的斐阿克斯人,而民众像听从神明一样听从他;是她在府邸里抚养了白臂的瑙西卡阿。
§7.13ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.
正是她为她生火,并在屋里准备晚餐。
§7.14καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ Ἀθήνη §7.15πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι, §7.16μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας §7.17κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη.
就在那时,奥德修斯动身前往城市;而雅典娜在他的周围洒下一层浓雾,出于对奥德修斯的关切,免得哪个心宽体胖的斐阿克斯人与他相遇时,用言语讥讽他,并盘问他是谁。
§7.18ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν, §7.19ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη, §7.20παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.
当他即将进入那美丽的城市时,在那里,女神,闪亮双眸的雅典娜与他相遇,化身为手提水罐的年轻少女。
§7.21στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς· §7.22ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο §7.23Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει;
她站在他的面前,而高贵的奥德修斯向她询问: “我的孩子,你能不能带我去那个名叫阿尔基诺奥斯的人的家? 他在这群人中身为国王。
§7.24καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω §7.25τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα §7.26ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
因为我是一个历尽艰辛的外乡人,从遥远的异国土地来到这里;因此我并不认识占有这座城市和这片土地的任何一个人。
§7.27τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· §7.28τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις, §7.29δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.
” 女神,闪亮双眸的雅典娜接着对他说: “那么,外邦人的父亲,你让我指给你的那个家,我这就指给你,因为它就在我高贵的父亲家附近。
但请就这样静静地跟着我,我会为你带路,不要注视任何一个人,也不要发问。
§7.32οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται, §7.33οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ.
因为这里的人们并不太能容忍外邦人,也不喜欢热情地款待那些从别处来的人。
他们依仗着他们飞快的快速船,横渡广阔的海洋,这是大地摇撼者赐予他们的。
§7.36τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.
他们的船只就像翅膀或思想一样快。
” 帕拉斯·雅典娜这样说完,便迅速地在前面引路;而他则紧跟在女神的脚印后面。
§7.39τὸν δʼ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν §7.40ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη §7.41εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν
那些以船只闻名的斐阿克斯人并没有注意到他穿过城市走在他们中间;因为雅典娜,那位拥有美丽秀发的、令人敬畏的女神,不让其发生。
§7.42θεσπεσίην κατέχευε φίλα φρονέουσʼ ἐνὶ θυμῷ.
她在他的身上洒下一层神奇的雾气,因他在心中对他怀有好意。
§7.43θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας §7.44αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ §7.45ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.
奥德修斯对他们的港口、匀称的船只、英雄们自己的集市,以及又长又高的、用栅栏固定的城墙感到惊叹,这真是一件奇观。
§7.46ἀλλʼ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθʼ ἵκοντο, §7.47τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη· §7.48οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις §7.49πεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆας §7.50δαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε, μηδέ τι θυμῷ §7.51τάρβει·
但当他们抵达国王那显赫的府邸时,女神,闪亮双眸的雅典娜开始对他们说: “这就是,外邦人的父亲,你让我指给你的家;你会发现那些由神明养育的国王们正在举行宴会;但请走进去,心中不要有任何畏惧。
θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων §7.52ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.
因为大胆的人在所有的事情上都表现得更好,即使他是从别处来的。
§7.53δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν· §7.54Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων §7.55τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.
进到府邸,你首先会见到王后;她的名字叫阿瑞忒,与繁衍了阿尔基诺奥斯国王的,是相同的先祖。
§7.56Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων §7.57γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη, §7.58ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος, §7.59ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.
首先,大地摇撼者波塞冬和佩里波亚生下了瑙西托奥斯,佩里波亚是女子中容貌最美的,是宽宏大量的欧律墨冬的小女儿,他以前曾统治着傲慢的巨人族。
§7.60ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·
但他毁灭了自己那胡作非为的部众,自己也毁灭了。
波塞冬与她结合,生下了儿子、宽宏大量的瑙西托奥斯,他统治了斐阿克斯人。
§7.63Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.
瑙西托奥斯生了勒克塞诺尔和阿尔基诺奥斯。
§7.64τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων §7.65νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα §7.66Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν, §7.67καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη, §7.68ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.
前者在还没有孩子的时候,银弓阿波罗在他大厅里还是新郎时便将他射中,仅留下了一个女儿阿瑞忒;阿尔基诺奥斯娶她为妻,并像对待地上任何其他女人一样看重她,在如今所有在丈夫身边掌管家务的妇人中。