Humanitext Reader

荷马 · 奥德赛 §7.213-7.281

答阿瑞忒问与离开奥吉吉亚后的漂流

第 47 段,共 173 段 · 希腊语

内容简介

奥德修斯向斐阿克斯人诉说自己的饥饿,并在回答王后阿瑞忒的提问时,讲述了自己离开奥吉吉亚岛以来的漂流和海难历程。

§7.213καὶ δʼ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην, §7.214ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
“此外,我本还可以讲述更多的灾难,那些我因神明的意愿而承受的全部苦难。
§7.215ἀλλʼ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ· §7.216οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο §7.217ἔπλετο, ἥ τʼ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ §7.218καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,
但是,尽管我满怀忧伤,还是请让我先用晚餐吧;因为确实没有比这可恨的胃袋更无耻的东西了,即便一个人极度疲惫、心中怀着悲痛,它也总是迫使人想起它。
§7.219ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλʼ αἰεὶ §7.220ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων §7.221ληθάνει ὅσσʼ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.
正如我此时心中虽怀着悲痛,它却始终催促我吃喝,使我完全忘记我曾遭受的一切苦难,命令我填饱肚子。
§7.222ὑμεῖς δʼ ὀτρύνεσθαι ἅμʼ ἠοῖ φαινομένηφιν, §7.223ὥς κʼ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης §7.224καί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼν §7.225κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.
而你们,请在黎明破晓时动身,好让不幸的我回到我的祖国,尽管我历经磨难;一旦我能亲眼看到我的财产、奴仆和那高耸宏伟的府邸,即便生命离我而去也无怨。
§7.226ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον §7.227πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
” 他这样说完,众人都齐声赞同,并促请护送这位客人,因为他所说的话完全合乎情理。
§7.228αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ ὅσον ἤθελε θυμός, §7.229οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος, §7.230αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς, §7.231πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς §7.232ἥσθην· ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός.
当他们完成献酒并尽情饮用、直至心满意足之后,他们便各自回到府邸歇息,但高贵的奥德修斯仍留在殿堂中,阿瑞忒和神明般的阿尔基诺奥斯坐在他的身旁;女仆们则开始收拾宴会的器具。
§7.233τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων· §7.234ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʼ ἰδοῦσα §7.235καλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί· §7.236καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· §7.237ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή· §7.238τίς πόθεν εἰς ἀνδρῶν;
白臂的阿瑞忒最先向他们开口说话;因为她认出了那件外套和短袍,当她看到这些美丽的衣服时,那正是她自己和女仆们亲手缝制的;于是她对他说出了如翼的言语: “客人啊,首先我自己要问你这件事:你是谁,来自何方?
τίς τοι τάδε εἵματʼ ἔδωκεν;
是谁把这些衣服给你的?
§7.239οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʼ ἱκέσθαι;
你刚才不是说,自己是在海上漂泊才来到这里的吗?
§7.240τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §7.241ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι §7.242κήδεʼ, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες· §7.243τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
” 智谋多端的奥德修斯回答她道: “王妃啊,要我自始至终讲述我的苦难是困难的,因为天上的神明赐予了我太多苦难;不过,对于你所问和探究的事,我将告诉你。
§7.244Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται· §7.245ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ §7.246ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ §7.247μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.
有一座名叫奥吉吉亚的岛屿横卧在遥远的海中;那里住着阿特拉斯之女,诡计多端、长发美丽的卡律普索,一位可怕的女神;无论是神明还是凡人,都无人与她交往。
§7.248ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων §7.249οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ §7.250Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
但是神明却把我这个不幸的人独自带到了她的炉边,因为宙斯用闪亮的雷电,在暗沉的海中央击碎并毁灭了我的快船。
§7.251ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι, §7.252αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης §7.253ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ §7.254νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ §7.255ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα
那时我所有其他高贵的同伴都丧命了,而我用双臂紧抱住那弯曲船只的龙骨,漂流了九天;在第十个漆黑的夜晚,神明将我带到了奥吉吉亚岛,那里住着长发美丽的卡律普索,那位可怕的女神。
§7.256ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε §7.257θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα· §7.258ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.
她收留了我,亲切地爱护我,抚养我,并且说要使我长生不老,永不衰老;但她从未能说服我胸中的心。
§7.259ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶ §7.260δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ· §7.261ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν, §7.262καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι §7.263Ζηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς.
我在那里连续留了七年,经常用泪水浸湿卡律普索给我的不朽衣服;但是当第八个流转的年头到来时,那时她便催促并命令我启程回去,或许是因为宙斯的消息,又或者是她自己的心意改变了。
§7.264πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δʼ ἔδωκε, §7.265σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν, §7.266οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
她用一艘扎得很牢固的木筏送我走,给了我许多东西,面包和甜美的酒,并给我穿上不朽的衣服,还送来了一阵无害而温暖的顺风。
§7.267ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων, §7.268ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα §7.269γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ §7.270δυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ §7.271πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων, §7.272ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον, §7.273ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα §7.274εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.
我在海上航行了十七天,在第十八天,你们土地上阴郁的山峦显现出来,我这命运多舛的人,心中感到欢喜;然而我仍将遭遇重重的灾难,那是震撼大地的波塞冬向我发起的,他激起风暴,阻断了我的航线,掀起汹涌的波涛,不让痛苦叹息的我安稳地乘在木筏上。
§7.275τὴν μὲν ἔπειτα θύελλα διεσκέδασʼ· αὐτὰρ ἐγώ γε §7.276νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ §7.277ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
随后狂风将木筏击碎;而我则通过游泳穿过了这片深渊,直到风和水将我带到了你们的土地上。
§7.278ἔνθα κέ μʼ ἐκβαίνοντα βιήσατο κῦμʼ ἐπὶ χέρσου, §7.279πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ· §7.280ἀλλʼ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθον §7.281ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,
在我准备上岸时,海浪本要将我冲向陆地,撞在巨大的岩石和荒凉的地方;但我退了回来,继续游泳,直到我来到一条河流前,那里的地方对我来说似乎最好,”,

词汇与语法注释

  1. §7.213κεν ... μυθησαίμην — 希求语气动词配合语气助词 κεν(相当于 ἄν)表示潜在的可能性,“我本可以讲述”。
  2. §7.215ἐμὲ μὲν δορπῆσαι ἐάσατε — 命令式动词 ἐάσατε 支配带对格的现在时不定式结构 ἐμὲ δορπῆσαι,其中对格代词 ἐμέ 是不定式 δορπῆσαι 的逻辑主语,“请让我用餐”。
  3. §7.216ἥ τʼ ἐκέλευσεν — 关系代词 ἥ 指代阴性名词 γαστήρ(胃袋),配合史诗助词 τε 表示习惯性或特征性的普遍真理(“总是催促……”)。
  4. §7.222ὀτρύνεσθαι — 此处现在时中动不定式 ὀτρύνεσθαι 被用作命令式(祈使不定式),表示指示或命令。
  5. §7.224ἰδόντα με καὶ λίποι αἰὼν — 此处为表示愿望的希求语气(λίποι),主语为 αἰών(生命),直接宾语为带有一致分词 ἰδόντα 的对格人称代词 με:“一旦我亲眼看见……愿生命离我而去(死而无憾)”。
  6. §7.270ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ — 未完成过去时动词 ἔμελλον 配合将来时不定式 ξυνέσεσθαι,表示过去视角下的将来或注定的命运(“我注定还要遭遇……”)。
  7. §7.278ἔνθα κέ μʼ ἐκβαίνοντα βιήσατο κῦμʼ ἐπὶ χέρσου — 直说语气过去时动词(βιήσατο)配合语气助词 κέ(相当于 ἄν)表示与过去事实相反的虚拟(“海浪本会将我冲向陆地……”),即如果奥德修斯没有及时避开就会发生的事。紧接着的§7.280中的“但是(ἀλλʼ)”引出了实际的规避行动。

引用这一段

荷马, 奥德赛 §7.213-7.281. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:7.213-7.281

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。