Humanitext Reader

荷马 · 奥德赛 §6.265-6.331

瑙西卡阿的叮嘱与圣林中的祈祷

第 43 段,共 173 段 · 希腊语

内容简介

为了避免闲言碎语,瑙西卡阿嘱咐奥德修斯在城外的雅典娜圣林暂避,待她们回宫后再自行前往,并指点他直接向王后阿瑞忒请愿。奥德修斯依计在圣林驻足,并向雅典娜祈求能获得友好款待。

§6.265εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.
被拖拉上岸;因为每一个人都有自己的船位。
§6.266ἔνθα δέ τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς, §6.267ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα.
那里有环绕着波塞冬美丽神庙的集市,用深埋在地下的采石场巨石铺砌而成。
§6.268ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι, §6.269πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.
在那里,他们照管着黑船的索具,缆绳和帆布,并且削尖船桨。
§6.270οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη, §6.271ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι, §6.272ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.
因为斐阿克斯人并不关心弓箭和箭筒,而是桅杆、船桨以及匀称的船只,他们以此为乐,横渡这灰白色的海洋。
§6.273τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω §6.274μωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον· §6.275καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας· §6.276τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε
我要避开他们难听的闲言碎语,免得日后有人指责我;因为民众中多有傲慢无礼之徒;也许某个下流之辈与我们相遇,会这样嘀咕: ‘跟着瑙西卡阿的这个又高又帅的外邦人是谁?
§6.277ξεῖνος; ποῦ δέ μιν εὗρε;
她在哪儿找到他的?
πόσις νύ οἱ ἔσσεται αὐτῇ.
他现在就要做她的丈夫了。
§6.278ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς §6.279ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν· §6.280ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν §6.281οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.
想必她是收留了某个从自己的船上迷失的远方异乡人,因为附近并没有这样的人;或者是有哪位屡经祈求的神明回应了她的祈祷,从天而降,并将终身占有她。
§6.282βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν §6.283ἄλλοθεν· ἦ γὰρ τούσδε γʼ ἀτιμάζει κατὰ δῆμον §6.284Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.
倒也挺好,要是她自己四处奔波,从别处寻得一个丈夫;因为她确实看不起这里的斐阿克斯人,那些向她求婚的众多而高贵的本地人。
§6.285ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο.
’ 他们会这样说,而这些话将成为我的耻辱。
§6.286καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι, §6.287ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων, §6.288ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν.
我自己也会对任何做出这种事的其他女子感到气愤,她若违背尚在人世的挚爱父母的意愿,在公开举行婚礼之前,便与男子私相往来。
§6.289ξεῖνε, σὺ δʼ ὦκʼ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα §6.290πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.
客人,你且快快听懂我的话,以便你能最快地从我父亲那里得到送行,并得以返乡。
§6.291δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου §6.292αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών·
你会在路旁不远处发现一片雅典娜的亮丽白杨树林;林中泉水流淌,周围绿草如茵。
§6.293ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τʼ ἀλωή, §6.294τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.
那里有我父亲的领地和茂盛的果园,距离城市约莫有大声呼喊能听见的那么远。
§6.295ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς §6.296ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.
你坐在那里等候片刻,直到我们进入城市并抵达我父亲的府邸。
§6.297αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματʼ ἀφῖχθαι, §6.298καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδʼ ἐρέεσθαι §6.299δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.
而当你估计我们已经抵达府邸时,那时你便可进到斐阿克斯人的城市,并寻找我那宽宏大量的父亲阿尔基诺奥斯的府邸。
§6.300ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο §6.301νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται §6.302δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο §6.303ἥρωος.
那房子极易辨认,连一个年幼的孩子也能引路;因为斐阿克斯人的其他房屋,决没有一座盖得能和英雄阿尔基诺奥斯的宅邸相比。
ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή, §6.304ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρʼ ἂν ἵκηαι §6.305μητέρʼ ἐμήν· ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ, §6.306ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι, §6.307κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατʼ ὄπισθεν.
然而,一旦房屋和庭院将你收容,务必迅速穿过大厅,直到你见到我的母亲;她正坐在火炉旁,映着火光,纺着海紫色的毛线,那真是一件奇观,倚靠在柱子上;她的女仆们坐在她身后。
§6.308ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ, §6.309τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.
在那里,我父亲的宝座也紧挨着她,他坐在上面饮酒,宛如不死的诸神。
§6.310τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας §6.311βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι §6.312χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.
走过他的身旁,双手抱住我母亲的双膝,这样你就能看见返乡之日,迅速且满怀喜悦地,哪怕你来自极遥远的地方。
§6.313εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ, §6.314ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι §6.315οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
如果她确实在心中对你怀有好意,你便有希望见到亲友,并回到你那建盖精良的家园和你的祖国土地。
§6.316ὣς ἄρα φωνήσασʼ ἵμασεν μάστιγι φαεινῇ §6.317ἡμιόνους· αἱ δʼ ὦκα λίπον ποταμοῖο ῥέεθρα.
她说完这些话,便用闪亮的鞭子抽打骡子;它们迅速地离开了河水。
§6.318αἱ δʼ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν· §6.319ἡ δὲ μάλʼ ἡνιόχευεν, ὅπως ἅμʼ ἑποίατο πεζοὶ §6.320ἀμφίπολοί τʼ Ὀδυσεύς τε, νόῳ δʼ ἐπέβαλλεν ἱμάσθλην.
它们快步奔跑,蹄声清脆,步履矫健;她则小心地驾车,好让徒步跟从的人们以及奥德修斯能一同跟上,她用心地挥动着鞭子。
§6.321δύσετό τʼ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο §6.322ἱρὸν Ἀθηναίης, ἵνʼ ἄρʼ ἕζετο δῖος Ὀδυσσεύς.
太阳落山了,他们来到了那片著名的雅典娜的圣林,高贵的奥德修斯在那里坐了下来。
§6.323αὐτίκʼ ἔπειτʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο· §6.324κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη·
随即他便向伟大宙斯之女祈祷: “听我祈祷吧,持盾宙斯之女,不屈的处女!
§6.325νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτʼ ἄκουσας §6.326ῥαιομένου, ὅτε μʼ ἔρραιε κλυτὸς ἐννοσίγαιος.
如今请务必听我诉说,因为先前当名声显赫的大地摇撼者击碎我、让我遭受毁灭时,你未曾听从。
§6.327δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν.
让我得以被斐阿克斯人友好接纳和怜悯。
§6.328ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
” 他这样祈祷着,帕拉斯·雅典娜听见了他的祈求。
§6.329αὐτῷ δʼ οὔ πω φαίνετʼ ἐναντίη· αἴδετο γάρ ῥα §6.330πατροκασίγνητον· ὁ δʼ ἐπιζαφελῶς μενέαινεν §6.331ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.
但她仍未在他面前显现真身;因为她敬畏她父亲的兄弟;而他仍在对神一般的奥德修斯狂怒不已,直至他回到自己的故土。

词汇与语法注释

  1. 6.265εἰρύαται — 动词 ἐρύω(拉、拖)在伊奥尼亚-荷马方言中的第三人称复数完成时被动直陈式。其词尾为 -αται(代替了 -νται)。
  2. 6.273τῶν — 指示代词的复数属格,指代下文提到的傲慢民众。在此作为表示来源或原因的属格,修饰 φῆμιν ἀδευκέα(难听的传言)。
  3. 6.287πατρὸς καὶ μητρὸς ἐόντων — 属格独立结构,由名词与分词 ἐόντων(εἰμί 的荷马方言现在分词复数属格)构成。它修饰介词短语 ἀέκητι φίλων(违背亲人的意愿),表示“在父母依然健在的情况下”。
  4. 6.294ὅσσον τε γέγωνε βοήσας — 由关系词 ὅσσον(如同……那般远)引导的比较从句。动词 γέγωνε 为具有现在时意义的完成时(大声传达),与不定过去时分词 βοήσας(呼喊)连用,构成表示“一个人大声呼喊时声音能传达的距离”的惯用表达。
  5. 6.310βάλλειν — 不定式代替命令式(命令性不定式),表示直接的命令或建议,与第304行的 διελθέμεν(穿过)用法相同。

引用这一段

荷马, 奥德赛 §6.265-6.331. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:6.265-6.331

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。