就这样,奥德修斯准备走向那些秀发美丽的少女,尽管他赤身裸体;因为迫切的需要降临在他身上。
§6.137σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ, §6.138τρέσσαν δʼ ἄλλυδις ἄλλη ἐπʼ ἠιόνας προὐχούσας·
在她们眼中,因海水而污损的他显得十分可怕,她们慌忙向着伸入海中的沙滩各处逃散。
§6.139οἴη δʼ Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνη §6.140θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.
唯独阿尔基诺奥斯的女儿留了下来;因为雅典娜将勇气注入她的心中,并从她的肢体中驱散了恐惧。
§6.141στῆ δʼ ἄντα σχομένη· ὁ δὲ μερμήριξεν Ὀδυσσεύς, §6.142ἢ γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην, §6.143ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι §6.144λίσσοιτʼ, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.
她迎面站立,挺立不退;奥德修斯则在心中思索,他是该上前抱住这位容貌美丽少女的膝盖哀求,还是应当就这样站在远处,用温和的言辞向她哀求,求她指引城市并给予衣物。
§6.145ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι, §6.146λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι, §6.147μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.
在我如此思索时,他觉得这样做似乎更为有利:站在远处用温和的言辞向她哀求,以免他若去抱她的膝盖,会激怒少女的心。
§6.148αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον. §6.149γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις, ἦ βροτός ἐσσι;
他随即说出了温和而又巧妙的言辞: “我向您抱膝哀求,女王啊;您究竟是某位神明,还是凡人?
§6.150εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, §6.151Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο, §6.152εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐίσκω·
若您是拥有广阔天空的神明之一,那么我愿将您与伟大宙斯的女儿阿耳忒弥斯相比,在美貌、身姿和仪态上,您与她最为相似。
§6.153εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν, §6.154τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ, §6.155τρὶς μάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸς §6.156αἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο, §6.157λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.
但若您是居住在尘世的凡人之一,那么您的父亲和尊贵的母亲真是有福,三倍有福,您的兄弟们也三倍有福;他们的心中必定总是因为您而充满了欢欣,每当看到您这样一株嫩芽步入舞池。
§6.158κεῖνος δʼ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων, §6.159ὅς κέ σʼ ἐέδνοισι βρίσας οἶκόνδʼ ἀγάγηται.
而在心中最为幸福、远超旁人的,莫过于那能用丰厚聘礼迎娶您回家的人。
§6.160οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν, §6.161οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα· σέβας μʼ ἔχει εἰσορόωντα.
因为我从未用双眼见过如此美丽的凡人,无论男子还是女子;看着您,我心中充满敬畏。
§6.162Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ §6.163φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα· §6.164ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός, §6.165τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδεʼ ἔσεσθαι.
曾几何时,在德洛斯岛阿波罗的祭坛旁,我见过一株如此挺拔、向上生长的棕榈树嫩芽;因为我也曾去过那里,许多随从跟随着我,踏上那条注定会给我带来重重灾难的旅途。
§6.166ὣς δʼ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ §6.167δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης, §6.168ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δʼ αἰνῶς §6.169γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.
同样,当我看到它时,我心中长久地惊叹不已,因为从未有如此挺拔的树干从大地中生出,正像您一样,女士,我赞美您、惊叹于您,又极度害怕触碰您的膝盖;而沉重的悲伤正袭向我。
§6.170χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον· §6.171τόφρα δέ μʼ αἰεὶ κῦμʼ ἐφόρει κραιπναί τε θύελλαι §6.172νήσου ἀπʼ Ὠγυγίης.
就在昨天,在第二十天,我才逃离了葡萄酒色的海洋;在此之前,波涛和迅疾的狂风一直将我从奥吉吉亚岛吹送至此。
νῦν δʼ ἐνθάδε κάββαλε δαίμων, §6.173ὄφρʼ ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀίω §6.174παύσεσθʼ, ἀλλʼ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.
而今神明将我抛到了这里,好让我在此地或许还要遭受苦难;因为我不认为苦难会停止,在结束前神明还会降下许多灾难。
§6.175ἀλλά, ἄνασσʼ, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας §6.176ἐς πρώτην ἱκόμην, τῶν δʼ ἄλλων οὔ τινα οἶδα §6.177ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
但是,女王啊,请怜悯我;因为在历经重重苦难后,我是最先来到您这里的,而其他的人我一概不认识,那些占有这座城市和土地的人。
§6.178ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι, §6.179εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδʼ ἰοῦσα.
请指引我进城的路,并给我一块碎布御寒,如果您来这里时,顺便带了什么包裹衣物的布料。
§6.180σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς, §6.181ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν §6.182ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον, §6.183ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον §6.184ἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι, §6.185χάρματα δʼ εὐμενέτῃσι, μάλιστα δέ τʼ ἔκλυον αὐτοί.
愿神明赐予您心中所想的一切,赐予您丈夫和家庭,并赐予您美满的同心同德;因为确实没有比这更好、更美妙的事了,那就是夫妻同心同德地操持家务,这会让仇敌无比痛苦,让朋友由衷高兴,而他们自己也最能深切体会。
§6.186τὸν δʼ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα· §6.187ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας· §6.188Ζεὺς δʼ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν, §6.189ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ· §6.190καί που σοὶ τάδʼ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.
” 对此,白臂的瑙西卡阿回答道: “客人啊,既然你看起来既非卑劣之人,亦非愚蠢之辈;而奥林匹斯的宙斯亲自将幸福分配给人类,无论是善人还是恶人,都依其意愿分给每个人;他想必也给了你这份命运,而你无论如何都必须忍受。
§6.191νῦν δʼ, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις, §6.192οὔτʼ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου, §6.193ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα.
但如今,既然你来到了我们的城市和土地,你便不会缺少衣物,也不会缺少其他任何东西,那些历尽坎坷的求助者理应得到的一切。
§6.194ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.
我会指引你进城的路,并告诉你这里人民的名字。