§4.777μῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.
这番话,确实契合了我们所有人的心意。
他说完便挑选了二十名最优秀的男子,他们一同朝快速的船只和海滩走去。
§4.780νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν, §4.781ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ, §4.782ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν, §4.783πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν· §4.784τεύχεα δέ σφʼ ἤνεικαν ὑπέρθυμοι θεράποντες.
首先,他们把船只推入大海的深处,在这艘黑船中安放好桅杆和船帆,并用皮革套扣固定好船桨,凡事皆循规蹈矩,随后他们扬起了白色的风帆;他们那气宇轩昂的仆从们为他们运来了武器。
§4.785ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί· §4.786ἔνθα δὲ δόρπον ἕλοντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
他们把船停泊在深水处,自己则登上了陆地;他们在陆地上享用晚餐,并等待着夜幕降临。
§4.787ἡ δʼ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια §4.788κεῖτʼ ἄρʼ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος, §4.789ὁρμαίνουσʼ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων, §4.790ἦ ὅ γʼ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.
此时,聪慧的佩涅罗佩娅独自在楼上的闺房里,躺卧在那里,粒米未进,滴水未沾,忧虑着她那高贵的儿子能否逃脱死亡,抑或是将要被那群横暴的求婚者所击倒。
§4.791ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ §4.792δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι, §4.793τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος· §4.794εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.
正如一头身陷人群之中的狮子,心怀恐惧而焦虑地思索,当人们用诡诈的包围圈将它围住时;正当她如此焦虑思索时,甘甜的睡眠袭向了她;她往后倚靠着睡去,全身的关节都松弛了下来。
§4.795ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη· §4.796εἴδωλον ποίησε, δέμας δʼ ἤικτο γυναικί, §4.797Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο, §4.798τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.
此时,明眸女神雅典娜又有了新的主意;她制造了一个幻象,其身形酷似一个女子,即高尚的伊卡里奥斯的女儿伊普蒂梅,居住在费赖、以此为家的埃乌梅洛斯娶她为妻。
§4.799πέμπε δέ μιν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο, §4.800ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν §4.801παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.
女神将她派遣到神圣的奥德修斯的宫殿,以便让痛哭哀悼中的佩涅罗佩娅,能够停止她的哭泣和令人落泪的哀伤。
§4.802ἐς θάλαμον δʼ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα, §4.803στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν· §4.804εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;
幻象穿过门闩的皮带空隙进入了闺房,站在她的头顶上方,对她开口说道: “你睡着了吗,佩涅罗佩娅,爱心中充满痛苦?
§4.805οὐ μέν σʼ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες §4.806κλαίειν οὐδʼ ἀκάχησθαι, ἐπεί ῥʼ ἔτι νόστιμός ἐστι §4.807σὸς παῖς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.
那些生活安逸的神明们确实不愿让你哭泣或悲伤,因为你的儿子终将归来;因为他在神明面前没有任何罪过。
§4.808τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια, §4.809ἡδὺ μάλα κνώσσουσʼ ἐν ὀνειρείῃσι πύλῃσιν· §4.810τίπτε, κασιγνήτη, δεῦρʼ ἤλυθες;
” 聪慧的佩涅罗佩娅回答她说,此时她正极为甘甜地熟睡在梦之门旁: “姐妹,你为何来到这里?
οὔ τι πάρος γε §4.811πωλέʼ, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις· §4.812καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʼ ὀδυνάων §4.813πολλέων, αἵ μʼ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν, §4.814ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα, §4.815παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν, §4.816ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος· §4.817νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός, §4.818νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτʼ ἀγοράων.
你以前可从不拜访我,因为你居住在极遥远的地方;你还劝我停止悲痛和许多痛苦,这些痛苦正激荡在我的头脑和心灵之中,以前我先是失去了一位勇猛如狮的高贵丈夫,在达奈人中,他以各种美德而首屈一指,高贵的人,他的名声传遍了希腊和阿耳戈斯中部;如今我的爱子又登上了空心的船只离去,年幼无知,既不熟悉艰难困苦,也不熟悉集会议事。
§4.819τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου· §4.820τοῦ δʼ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν, §4.821ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵνʼ οἴχεται, ἢ ἐνὶ πόντῳ· §4.822δυσμενέες γὰρ πολλοὶ ἐπʼ αὐτῷ μηχανόωνται, §4.823ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
相比于那一位,我确实为他感到更为悲痛;我为他提心吊胆,唯恐他遭遇不测,无论是在他所前往的人民的国度,还是在海面上;因为许多仇敌正在针对他策划阴谋,企图在他回到祖国的土地之前将他杀害。
§4.824τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν· §4.825θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην· §4.826τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι §4.827ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ, §4.828Παλλὰς Ἀθηναίη· σὲ δʼ ὀδυρομένην ἐλεαίρει· §4.829ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.
” 此时,那模糊的幻象回答她说: “振作起来,千万不要在心中过度恐惧;因为有一位这样的护送者与他同行,其他人们也都曾祈求她能守护在身旁,因为她拥有这个力量,那就是帕拉斯·雅典娜;她怜悯你这哀悼中的人;正是她如今派我前来向你诉说这些。
§4.830τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· §4.831εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς, §4.832εἰ δʼ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον, §4.833ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο, §4.834ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.
” 聪慧的佩涅罗佩娅又对她说: “如果你确实是神,或者倾听过神的声音,那么请你也告诉我那个不幸的人的情况,他是否还活着,并能看到太阳的光芒,抑或是已经死去,留在了哈得斯的府邸。
§4.835τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν· §4.836οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω, §4.837ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.
” 那模糊的幻象回答她说: “关于那个人,我绝不会向你详细说明,他究竟是活着还是死了;因为说些虚妄的话是不吉利的。
ἡ δʼ ἐξ ὕπνου ἀνόρουσε §4.840κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη, §4.841ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.
而伊卡里奥斯的女儿从梦中惊醒;她的爱心感到一阵温暖,因为在黑夜的深处,一个如此清晰的梦境曾向她奔来。