§4.707κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται;
“传令官,为什么我的儿子离去了?
οὐδέ τί μιν χρεὼ §4.708νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θʼ ἁλὸς ἵπποι §4.709ἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφʼ ὑγρήν.
他根本不需要乘坐快速的船只,它们是海上的马匹供人类御使,越过广阔无垠的水域。
§4.710ἦ ἵνα μηδʼ ὄνομʼ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;
难道是要让他的名字在人间也荡然无存吗?
§4.711τὴν δʼ ἠμείβετʼ ἔπειτα Μέδων πεπνυμένα εἰδώς· §4.712οὐκ οἶδʼ ἤ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ §4.713θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται §4.714πατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν.
” 懂得以睿智道理的梅东回答她说: “我不知道是哪位神明驱使着他,还是他自己的心意被驱使着前往派罗斯,以便打听他父亲的归途,或者是他遭遇了怎样的命运。
§4.715ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμʼ Ὀδυσῆος.
” 他这样说着,便走出了奥德修斯的宫殿。
§4.716τὴν δʼ ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδʼ ἄρʼ ἔτʼ ἔτλη §4.717δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων, §4.718ἀλλʼ ἄρʼ ἐπʼ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο §4.719οἴκτρʼ ὀλοφυρομένη· περὶ δὲ δμῳαὶ μινύριζον §4.720πᾶσαι, ὅσαι κατὰ δώματʼ ἔσαν νέαι ἠδὲ παλαιαί.
而摧心折骨的痛苦笼罩了她,她甚至再也无法忍受坐在那屋中许多张椅子上,而是瘫坐在那精雕细琢的卧房门槛上,哀伤地哭泣着;而在她身旁,婢女们都在低声啜泣,所有在宫殿里的女子,无论少长。
πέρι γάρ μοι Ὀλύμπιος ἄλγεʼ ἔδωκεν §4.723ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδʼ ἐγένοντο·
奥林匹斯的神明赐给我的痛苦,远超那些与我一同成长和出生的人。
§4.724ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα, §4.725παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν, §4.726ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
以前我先是失去了一位勇猛如狮的高贵丈夫,在达奈人中,他以各种美德而首屈一指,高贵的人,他的名声传遍了希腊和阿耳戈斯中部。
如今暴风又把我的爱子劫走,使他无声无息地离开了宫殿,他出发时我甚至没有听闻。
§4.729σχέτλιαι, οὐδʼ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη §4.730ἐκ λεχέων μʼ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ, §4.731ὁππότʼ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.
无情的人啊,你们每个人都不曾在心中想过把我从床上唤醒,即便你们心中确切知道,他何时登上了那艘中空的黑船。
§4.732εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα, §4.733τῷ κε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο, §4.734ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.
如果我得知他正筹划着这次旅程,那他纵然多么渴望出发,也一定会留下来,否则他就只能把我死在宫殿里的尸骨留下了。
§4.735ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα, §4.736δμῶʼ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ, §4.737καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα §4.738Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ, §4.739εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας §4.740ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν §4.741ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.
但是来人啊,快去叫老人多利奥斯来,他是我的仆人,在我来此地时,父亲将他赠予我,他为我掌管着树木茂密的果园,让他立刻坐在拉埃尔特斯身旁,向他陈述这一切,或许他在心中筹划好某种计策,走出去向城邦的人民诉说哀悼,那些人正急于将他以及神圣奥德修斯的子嗣一同灭绝。
§4.742τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· §4.743νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ §4.744ἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω.
” 亲爱的乳母欧律克勒娅回答她说: “亲爱的女主人,你大可用无情的青铜杀死我,或者让我留在殿中;但我绝不向你隐瞒实情。
§4.745ᾔδεʼ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσʼ ἐκέλευε, §4.746σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκον §4.747μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι §4.748ἢ σʼ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι, §4.749ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.
我知晓这一切,并按照他的吩咐给了他所需的一切,粮食和甜美的酒;但他让我立下重誓,在第十二天到来之前,不向你诉说,或者直到你自己想念他并听闻他已出发,免得你哭泣,损伤了你美丽的肌肤。
§4.750ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα, §4.751εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν §4.752εὔχεʼ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο· §4.753ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.
但如今请你沐浴更衣,换上洁净的衣裳,与侍女们一同登上楼上的居室,向携带埃吉斯的宙斯之女雅典娜祈祷;因为她随后定能救他脱离死亡。
§4.754μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίω §4.755πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο §4.756ἔχθεσθʼ, ἀλλʼ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι §4.757δώματά θʼ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.
也不要让那本已饱受折磨的老人更加痛苦;因为我不相信阿尔克伊西奥斯的子嗣会被福乐的神明们彻底憎恶,想必将来仍会有人拥有这高耸的宫殿和远处的肥沃田园。
§4.758ὣς φάτο, τῆς δʼ εὔνησε γόον, σχέθε δʼ ὄσσε γόοιο.
” 她这样说,便抚平了她的哀恸,使她的双眼不再流泪。
§4.759ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα §4.760εἰς ὑπερῷʼ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν, §4.761ἐν δʼ ἔθετʼ οὐλοχύτας κανέῳ, ἠρᾶτο δʼ Ἀθήνῃ· §4.762κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,
于是佩涅罗佩娅沐浴更衣,换上洁净的衣裳,与侍女们一同登上了楼上的居室,她把大麦粒放入篮中,向雅典娜祈求: “听我祈祷,携带埃吉斯的宙斯之女,不倦的女神!
§4.763εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς §4.764ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρίʼ ἔκηε, §4.765τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον, §4.766μνηστῆρας δʼ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.
若足智多谋的奥德修斯曾在这宫殿里为你烧献过牛或羊的肥美大腿骨,求你如今眷顾这些,拯救我的爱子,击退那些横暴无耻的求婚者。
§4.767ὣς εἰποῦσʼ ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.
” 她说完便发出祭祀的呼号,女神听到了她的祈祷。
§4.768μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα· §4.769ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· §4.770ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια §4.771ἀρτύει, οὐδέ τι οἶδεν ὅ οἱ φόνος υἷι τέτυκται.
而求婚者们在阴暗的殿堂里喧嚣起来,那些狂妄的青年中有人这样说道: “看来,这位备受求婚的王妃正在为我们筹备婚礼,她却根本不知道,针对她儿子的杀戮早已准备就绪。
§4.772ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
” 他们这样议论着,却不知道事情其实是怎样安排的。
§4.773τοῖσιν δʼ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε· §4.774δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε §4.775πάντας ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω.
而安提诺乌斯向他们发言并说道: “糊涂的人啊,你们要把所有狂妄的言语都避开,全都免去,免得有人去里面通风报信。
§4.776ἀλλʼ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν
来吧,让我们静悄悄地站起来,去完成这件事。 ”