§4.75ὅσσα τάδʼ ἄσπετα πολλά·
“这些数不尽的财宝是多么丰盛!
σέβας μʼ ἔχει εἰσορόωντα.
我注视着,心中充满了敬畏。
§4.76τοῦ δʼ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος, §4.77καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· §4.78τέκνα φίλʼ, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι· §4.79ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματʼ ἔασιν·
” 听到他的这番话,金发的梅涅劳斯察觉到了,于是向他们开口,说出了如翼之语: “亲爱的孩子们,凡人中确实没有人能与宙斯相比;因为他的殿堂和财产都是永恒不灭的。
ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς §4.82ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον, §4.83Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς, §4.84Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς §4.85καὶ Λιβύην, ἵνα τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.
因为我确实经历了许多苦难,四处漂泊,才用船把这些财宝运回来,并在第八年回到了家乡,漂泊过塞浦路斯、腓尼基和埃及人的土地,还到了埃塞俄比亚人、西顿人和埃雷姆比人那里,以及利比亚,那里的羔羊很快就会长出角来。
§4.86τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.
因为那里的羊群在满一年里能产仔三次。
§4.87ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν §4.88τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος, §4.89ἀλλʼ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.
在那里,无论是主人还是羊倌,都不缺少奶酪、肉食和甜美的乳汁,而是母羊终年提供源源不断的乳汁供人挤奶。
§4.90ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων §4.91ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν §4.92λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο·
当我在那些地方漂泊、收集大量财富之时,别人却杀害了我的兄弟,暗地里、出其不意地,借着他那该死的妻子的阴谋。
§4.93ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.
因此,我绝非满心欢喜地统治着这些家产。
§4.94καὶ πατέρων τάδε μέλλετʼ ἀκουέμεν, οἵ τινες ὑμῖν §4.95εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον §4.96εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.
你们一定也从你们的父亲那里听说过这些,无论你们的父亲是谁,因为我经历了极多的苦难,并且失去了一个家园,那是一个安适富庶、装满许多珍贵财宝的家园。
§4.97ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν §4.98ναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι, οἳ τότʼ ὄλοντο §4.99Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
我宁愿只拥有其中三分之一的份额住在我的殿堂里,而让那些当时在辽阔的特洛伊、远离养马的阿耳戈斯而牺牲的勇士们依然健在。
§4.100ἀλλʼ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων §4.101πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν §4.102ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δʼ αὖτε §4.103παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.
然而,尽管我常常坐在我们的殿堂里,为所有人哀悼和悲伤,有时以痛哭来宽慰心灵,有时又止住哭泣;因为冷冽的哀恸很快就会让人厌倦。
§4.104τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ, §4.105ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν §4.106μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσʼ ἐμόγησεν, §4.107ὅσσʼ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο.
在所有人中,尽管我感到悲伤,但我最哀悼的却不是他们,而是为了那一个人,每当我想起他,连睡眠和食物都变得面目可憎,因为阿开亚人中没有谁能像奥德修斯那样历经如此多的磨难并立下赫赫战功。
τῷ δʼ ἄρʼ ἔμελλεν §4.108αὐτῷ κήδεʼ ἔσεσθαι, ἐμοὶ δʼ ἄχος αἰὲν ἄλαστον §4.109κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν, §4.110ζώει ὅ γʼ ἦ τέθνηκεν.
而对于他自己,注定要承受苦难,而给我留下的则是关于他那永远无法忘怀的痛苦,因为他已离家这么久,而我们根本不知道他是生是死。
ὀδύρονταί νύ που αὐτὸν §4.111Λαέρτης θʼ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια §4.112Τηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ.
如今,大概他正被老莱耳忒斯、聪慧的佩涅洛佩和忒勒马科斯哀悼,那还是他在家里留下的新生婴儿。
§4.113ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο.
” 他这样说,激起了他为父亲痛哭的渴望。
§4.114δάκρυ δʼ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας, §4.115χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχὼν §4.116ἀμφοτέρῃσιν χερσί.
听到父亲的事,他的泪水从眼睑落到地上,双手提起紫色的斗篷遮住眼睛。
νόησε δέ μιν Μενέλαος, §4.117μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν, §4.118ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι §4.119ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
梅涅劳斯注意到了他,随后在心中和灵魂里权衡起来,是让他自己先提起他的父亲,还是自己先细细盘问、试探他。
§4.120ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, §4.121ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο §4.122ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.
当他在心中和灵魂里思索着这些事的时候,海伦走出了她那芳香、高耸屋顶的寝室,宛如拿着金纺锤的阿耳忒弥斯。
§4.123τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν, §4.124Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο, §4.125Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν §4.126Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς §4.127Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται· §4.128ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους, §4.129δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.
阿德拉斯忒随行为她安放了制作精美的靠椅,阿尔喀佩带来了柔软羊毛织成的垫子,菲洛则拿来了一个银篮子,这是埃及底比斯的玻吕玻斯之妻阿尔坎德蕾赠送给她的,那里的府邸中存放着极多的财富;玻吕玻斯曾赠给梅涅劳斯两个银浴盆、两个三脚鼎和十个塔兰同的黄金。
§4.130χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα· §4.131χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν §4.132ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο.
另外,他的妻子也给海伦送了精美的礼物;她赠送了一个金纺锤和一个带轮子的银篮子,边缘还镶着黄金。
§4.133τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα §4.134νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷ §4.135ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.
此时,女侍菲洛将它端来摆在她的身旁,里面塞满了精纺的纱线;而在篮子上面搁着缠绕有紫罗兰色羊毛的纺锤。
§4.136ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
她坐在靠椅上,脚下垫着一只脚凳。
§4.137αὐτίκα δʼ ἥ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα· §4.138ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε §4.139ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;
随即,她用言语向丈夫细细询问: “宙斯抚育的梅涅劳斯啊,我们可知道来到我们府邸的这些人,自称是谁的后代吗?
§4.140ψεύσομαι ἦ ἔτυμον ἐρέω;
我是要说假话,还是说真话?
κέλεται δέ με θυμός.
但我的内心催促着我。
§4.141οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι §4.142οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα, σέβας μʼ ἔχει εἰσορόωσαν, §4.143ὡς ὅδʼ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε, §4.144Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ §4.145κεῖνος ἀνήρ, ὅτʼ ἐμεῖο κυνώπιδος εἵνεκʼ Ἀχαιοὶ
因为我坚信自己从未见过如此相像的人,无论是男人还是女人——注视着他,我心中充满了敬畏—— 这个人竟是如此酷似气宇轩昂的奥德修斯之子,忒勒马科斯,那还是在那人把这新生婴儿留在家里、当阿开亚人们为了我这个厚颜无耻的女子