Humanitext Reader

荷马 · 奥德赛 §4.1-4.74

抵达斯巴达与梅涅劳斯宫殿的盛情款待

第 20 段,共 173 段 · 希腊语

内容简介

忒勒马科斯与避西斯特拉托斯抵达斯巴达的梅涅劳斯宫殿,正值梅涅劳斯为其子女举行婚礼宴会,二人受到热情款待并对宫殿的奢华华丽赞叹不已。

§4.1οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν, §4.2πρὸς δʼ ἄρα δώματʼ ἔλων Μενελάου κυδαλίμοιο.
他们来到了深邃、峡谷重重的拉刻代蒙,驱车前往光荣的梅涅劳斯的府邸。
§4.3τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν §4.4υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ.
他们发现他正在自己的屋里,为许多同胞举办他那优秀的儿子和女儿的婚礼宴会。
§4.5τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν· §4.6ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε §4.7δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον.
女儿他正准备送往破阵者阿基琉斯之子的处所;因为在特洛伊时,他首先承诺并点头允诺要将她许配,神明也正为他们成就这段婚姻。
§4.8τὴν ἄρʼ ὅ γʼ ἔνθʼ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι §4.9Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.
于是,他正派人用马匹和战车送她启程,前往他所统治的、声名远扬的默耳弥多内斯人的城市。
§4.10υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην, §4.11ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης §4.12ἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον, §4.13ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδʼ ἐρατεινήν, §4.14Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης.
而对于儿子,他正从斯巴达迎娶阿勒克托的女儿,这个儿子是他年迈所生(或是最心爱的)强壮的梅加彭忒斯,由一个女奴所生;而神明没有再给海伦降下子嗣,自从她最初生下那个可爱的女儿,赫耳弥奥涅,她拥有黄金阿佛洛狄忒般的美貌。
§4.15ὣς οἱ μὲν δαίνυντο καθʼ ὑψερεφὲς μέγα δῶμα §4.16γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο, §4.17τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς §4.18φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτούς, §4.19μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους.
就这样,他们在高耸屋顶的宏伟殿堂里举行宴会,他们是光荣的梅涅劳斯的邻人与同胞,尽情欢乐;在他们中间,神圣的歌手在弹琴高歌,而两个杂耍艺人在他们中间,随着歌声响起,在中央旋转起舞。
§4.20τὼ δʼ αὖτʼ ἐν προθύροισι δόμων αὐτώ τε καὶ ἵππω, §4.21Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός, §4.22στῆσαν· ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς, §4.23ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο, §4.24βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν, §4.25ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· §4.26ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε, §4.27ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον.
与此同时,在府邸的前门,他们自己和两匹马,英雄忒勒马科斯和涅斯托尔那光彩夺目的儿子,停了下来;出来张望的尊贵统治者埃特奥纽斯看见了他们,他是光荣的梅涅劳斯手下敏捷的侍从,他便穿过殿堂,去向人民的牧者报告,他站在近旁,说出了如翼之语: “这里有两位外邦客人,宙斯抚育的梅涅劳斯啊,两位男子,他们的容貌酷似伟大宙斯的后代。
§4.28ἀλλʼ εἴπʼ, ἤ σφωιν καταλύσομεν ὠκέας ἵππους, §4.29ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ.
请告诉我,我们是为他们卸下飞快的骏马,还是送他们去别的、能款待他们的人那里?
§4.30τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος· §4.31οὐ μὲν νήπιος ἦσθα, Βοηθοΐδη Ἐτεωνεῦ, §4.32τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις.
” 金发的梅涅劳斯大为动怒,对他说道: “博埃托奥斯之子埃特奥纽斯啊,你以前绝非愚蠢之人;但现在你却像个孩子一样说着傻话。
§4.33ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε §4.34ἄλλων ἀνθρώπων δεῦρʼ ἱκόμεθʼ, αἴ κέ ποθι Ζεὺς §4.35ἐξοπίσω περ παύσῃ ὀιζύος.
确实,我们两人在来到这里之前,曾多处享受过他人的客礼款待,唯愿宙斯在今后能使我们免受痛苦。
ἀλλὰ λύʼ ἵππους §4.36ξείνων, ἐς δʼ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.
快去卸下客人的马匹,把他们自己领进里面来享用宴席。
§4.37ὣς φάθʼ, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δʼ ἄλλους §4.38ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.
” 他这样说,埃特奥纽斯便穿过大厅,并大声召唤其他敏捷的侍从随他一同前往。
§4.39οἱ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας, §4.40καὶ τοὺς μὲν κατέδησαν ἐφʼ ἱππείῃσι κάπῃσι, §4.41πὰρ δʼ ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν, §4.42ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα, §4.43αὐτοὺς δʼ εἰσῆγον θεῖον δόμον.
他们从马轭下卸下了流着汗的骏马,将它们拴在马食槽旁,抛下粗麦,并混入白大麦,将战车靠在闪闪发光的内墙边,把他们自己领进神圣的府邸。
οἱ δὲ ἰδόντες §4.44θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος· §4.45ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης §4.46δῶμα καθʼ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.
他们看到后,对宙斯抚育的国王的府邸惊叹不已;因为仿佛有太阳或月亮的光辉,洒满光荣的梅涅劳斯那高耸屋顶的府邸。
§4.47αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν, §4.48ἔς ῥʼ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.
当他们用双眼饱览并满足了好奇心后,便走到打磨光滑的浴盆里沐浴。
§4.49τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ, §4.50ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας, §4.51ἔς ῥα θρόνους ἕζοντο παρʼ Ἀτρεΐδην Μενέλαον.
当女仆们为他们沐浴并涂上橄榄油后,给他们披上厚实的斗篷和内衣,他们便坐在阿特柔斯之子梅涅劳斯身旁的椅子上。
§4.52χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα §4.53καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος, §4.54νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
女侍从用美丽的黄金水瓶端来洗手水,浇在银盆上方,供他们洗手;并在旁边摆开一张擦拭干净的桌子。
§4.55σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, §4.56εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
端庄的女管家拿来面包摆在面前,放上了许多佳肴,大方地提供现有的食物。
§4.57δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας §4.58παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.
切肉师端起并摆上了各种各样的肉盘,并在他们身边放上金杯。
§4.59τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος· §4.60σίτου θʼ ἅπτεσθον καὶ χαίρετον.
金发的梅涅劳斯向他们致意并说道: “请享用食物,并祝你们愉快。
αὐτὰρ ἔπειτα §4.61δείπνου πασσαμένω εἰρησόμεθʼ, οἵ τινές ἐστον §4.62ἀνδρῶν· οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων, §4.63ἀλλʼ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων §4.64σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.
然后,等你们品尝完食物,我们再询问你们是哪些人们的后代;因为你们父母的血统在你们身上并没有磨灭,相反,你们是宙斯抚育的、手持权杖的国王们的后代,因为卑微的人是不可能生出你们这样的人来的。
§4.65ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν §4.66ὄπτʼ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.
” 他这样说,并将一块肥美的公牛脊肉放在他们面前,这是他亲手拿取的、原本摆在他面前作为他自己荣誉份额的烤肉。
§4.67οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. §4.68αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
他们便伸手去拿面前准备好的美味佳肴。
§4.69δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν, §4.70ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι· §4.71φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ, §4.72χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα §4.73χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος.
当他们满足了对饮食的渴望后,就在那时,忒勒马科斯对涅斯托尔之子说话,他把头凑过去,好不让其他人听见: “注意看啊,涅斯托尔之子,我心爱的人,那回声响亮的府邸中青铜的闪光,还有黄金、琥珀、白银和象牙的闪光。
§4.74Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή,
奥林波斯的宙斯的庭院内部,大概也就是如此吧,”

词汇与语法注释

  1. §4.3πολλοῖσιν ἔτῃσιν — 此与格既可解释为“为了许多同胞”(利益关系与格),也可解释为“与许多同胞一起”(伴随与格)。鉴于梅涅劳斯作为东道主为族人举办宴会的语境,采取前者(“为了许多同胞”)更为自然。
  2. §4.11τηλύγετος — 这是一个词源和词义存在争议的诗歌词汇,指“晚年所生的孩子”或“深受钟爱的孩子”。在这里,它强调了由女奴所生的梅加彭忒斯是梅涅劳斯在海伦没有其他男嗣的情况下的唯一(或特别珍视的)儿子。
  3. §4.19μολπῆς ἐξάρχοντος — 这是一个单数属格独立结构,其逻辑主语为歌手(ἀοιδός)。它独立于前句主格的“两个杂耍艺人”(κυβιστητῆρε,双数),用以描绘背景:“随着歌手开始唱歌”。
  4. §4.20αὐτώ τε καὶ ἵππω — 主语“他们自己和两匹马”采用了双数形式(αὐτώ, ἵππω),而与其相对应的动词 §4.22 `στῆσαν` 则是第三人称复数不定过去时(不及物动词,“停下”)。在荷马史诗中,双数主语经常与复数动词连用。
  5. §4.28ἤ σφωιν καταλύσομεν — 这里的虚拟语气 `καταλύσομεν`(短元音虚拟语气,其形式在此处与将来直陈式相同,但在语义上作为疑虑虚拟语气使用)与 §4.29 `ἦ ἄλλον πέμπωμεν`(常规疑虑虚拟语气)并列,表示双重疑问:“我们应该卸下……还是应该送走……?”。`σφωιν` 是第三人称双数与格(“为了他们两个”)。
  6. §4.61πασσαμένω — 这是一个双数、阳性、宾格的不定过去时分词,修饰主句中隐含的宾格主语(即两位客人),表示时间上的先后关系(“在二人品尝完食物之后”)。虽然主句动词 `εἰρησόμεθʼ` 是第一人称复数(“我们将询问”),但分词的双数宾格明确指出了被询问的对象。

引用这一段

荷马, 奥德赛 §4.1-4.74. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:4.1-4.74

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。