§4.146ἤλθεθʼ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
来到特洛伊城下,筹划着激烈的战争。
§4.147τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος· §4.148οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις· §4.149κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες §4.150ὀφθαλμῶν τε βολαὶ κεφαλή τʼ ἐφύπερθέ τε χαῖται.
” 金发的梅涅劳斯回答她说道: “妻子啊,现在我也正如你所比拟的那样认为;因为那人的脚和手确实也是如此,他的眼神、他的头颅以及上面的头发也是一模一样。
§4.151καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφʼ Ὀδυσῆι §4.152μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν §4.153ἀμφʼ ἐμοί, αὐτὰρ ὁ πικρὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβε, §4.154χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχών.
刚才,当我正怀念着奥德修斯、诉说着他为了我而承受和经历的一切苦难时,他的眼睑下落下了苦涩的泪水,双手提起紫色的斗篷遮住眼睛。
§4.155τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα· §4.156Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, §4.157κείνου μέν τοι ὅδʼ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις·
” 涅斯托耳之子佩西斯特拉托斯回答他说道: “阿特柔斯之子梅涅劳斯啊,宙斯抚育的、人民的领袖,正如您所言,此人确是那人的儿子。
§4.158ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δʼ ἐνὶ θυμῷ §4.159ὧδʼ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν §4.160ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθʼ αὐδῇ.
但他为人谦逊,心中感到羞怯,在刚来到这里时,便在您的面前滔滔不绝地发表议论,而我们两人对您的声音正如对神明般感到喜悦。
§4.161αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ §4.162τῷ ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι, §4.163ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον.
杰雷尼亚的骑士涅斯托耳派我前来作为他的向导陪伴着他;因为他渴望见到您,期望您能给他提出一些建议或行动的指引。
§4.164πολλὰ γὰρ ἄλγεʼ ἔχει πατρὸς πάϊς οἰχομένοιο §4.165ἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν, §4.166ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι §4.167εἴσʼ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.
因为父亲不在身边的儿子,在殿堂里如果没有其他帮手,就会承受许多痛苦,正如现在的忒勒马科斯;他的父亲已经离去,在民众中也没有其他人能为他挡去灾殃。
§4.168τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος· §4.169ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ
” 金发的梅涅劳斯回答他说道: “天哪!
§4.170ἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·
一位挚友的儿子竟然来到了我的府邸,他曾为了我而承受了重重苦难。
§4.171καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων §4.172Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε §4.173νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.
我曾想,如果奥林匹斯那声音洪亮的宙斯允许我们乘着快速的船只跨越海洋安全归来,我一定要在他回来时,给予他超越所有其他阿耳戈斯人的极高款待。
§4.174καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα, §4.175ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ §4.176καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας, §4.177αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ.
我本会在阿耳戈斯为他安顿一座城池,为他建造一所宅第,将他同他的财产、他的儿子以及他所有的人民一起从伊萨卡迁来,为此清空周边由我亲自统治的众多城池中的一座。
§4.178καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέας §4.179ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,
我们本会在这里常常相聚,除了死亡的黑云将我们笼罩之外,没有什么能将互相爱戴、彼此欢愉的我们拆散。
§4.180πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν. §4.181ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός, §4.182ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.
但也许是神明自己嫉妒这一切,唯独让那个不幸的人无法归家。
§4.183ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.
” 他这样说,激起了所有人痛哭的渴望。
§4.184κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα, §4.185κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος, §4.186οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε·
宙斯之女阿耳戈斯的海伦流泪了,忒勒马科斯流泪了,阿特柔斯之子梅涅劳斯也流泪了;涅斯托耳之子的眼中也绝非没有泪水。
因为他在心中想起了高贵的安提洛科斯,他是被明亮黎明女神的辉煌之子所杀。
§4.189τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν· §4.190Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι §4.191Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο §4.192οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν.
想起他,他吐露了如翼之语: “阿特柔斯之子啊,每当我们在老涅斯托耳的府邸里提到您、互相问询时,老人家总是说,您是凡人中最为聪慧的。
§4.193καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε §4.194τέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς §4.195ἔσσεται ἠριγένεια·
现在,如果可能的话,请听从我;因为我绝不喜欢在晚宴后痛哭,而且很快早生的黎明女神就会到来。
νεμεσσῶμαί γε μὲν οὐδὲν §4.196κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.
当然,我决不反对为任何死去、顺从命运的凡人哭泣。
§4.197τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν, §4.198κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν.
这也是留给悲惨凡人的唯一尊荣,那就是剃去头发,让泪水从面颊滑落。
μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε §4.201ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι §4.202Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.
您应该知道他;因为我从未与他相遇,也未曾见过他,但人们说安提洛科斯超群绝伦,不仅奔跑迅捷,而且是一位英勇的战士。
§4.203τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος· §4.204ὦ φίλʼ, ἐπεὶ τόσα εἶπες, ὅσʼ ἂν πεπνυμένος ἀνὴρ §4.205εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη· §4.206τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις,
” 金发的梅涅劳斯回答他说道: “我的朋友,你所说的一切,正是一个聪慧且年长的人会说和会做的一切;因为你正是从这样一位父亲那里出生的,所以你说话才如此睿智。
§4.207ῥεῖα δʼ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων §4.208ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε, §4.209ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα §4.210αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν, §4.211υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.
凡是克罗诺斯之子在婚礼上和出生时就为其纺出幸福之人,他的后代便极易辨认,正如现在宙斯赐予涅斯托耳终生的安逸,使他自己在府邸中安详地老去,而他的儿子们既聪慧又擅长用枪。
§4.212ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη, §4.213δόρπου δʼ ἐξαῦτις μνησώμεθα, χερσὶ δʼ ἐφʼ ὕδωρ §4.214χευάντων.
那么,让我们停止先前的哭泣,再次把心思放在晚宴上,让他们往我们的手上浇水。
μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται §4.215Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.
明天早晨,忒勒马科斯和我之间也有充足的时间来互相交谈。 ”