§4.566οὐ νιφετός, οὔτʼ ἂρ χειμὼν πολὺς οὔτε ποτʼ ὄμβρος, §4.567ἀλλʼ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας §4.568Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους·
那里没有积雪,没有狂暴的寒冬,也绝无暴雨,相反,俄刻阿诺斯总是送来西风那清脆鸣响的微风,让人们得以消暑凉爽。
§4.569οὕνεκʼ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι.
因为你娶了海伦,在他们眼中是宙斯的女婿。
§4.570ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
他这样说完,便潜入了波涛汹涌的大海。
而我则随同神一般高贵的同伴们走向船只,行进间我的内心深处思绪万千。
§4.573αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν, §4.574δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ, §4.575δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
而当我们下到船只和大海之畔,准备了晚餐,当神圣的黑夜降临时,就在那时,我们躺在海浪拍打的沙滩上入睡了。
§4.576ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §4.577νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν, §4.578ἐν δʼ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς, §4.579ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον· §4.580ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
当清晨初生、玫瑰色手指的黎明女神显现时,我们最先将船只推入神圣的大海,在匀称的船上树起桅杆、张开风帆,他们自己也登船坐上桨座,他们依次坐定,用桨击打着发白的浪花。
我又将船只停泊在受宙斯滋养的埃及河流中,并献祭了完备的百牛大祭。
§4.583αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων, §4.584χεῦʼ Ἀγαμέμνονι τύμβον, ἵνʼ ἄσβεστον κλέος εἴη.
在我平息了永生神明们的愤怒之后,我为阿伽门农筑起坟冢,好让他的名声永不磨灭。
§4.585ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον §4.586ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.
完成了这些,我便踏上归途;永生的神明赐予我顺风,迅速地将我送回了亲爱的祖国。
§4.587ἀλλʼ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν, §4.588ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται· §4.589καὶ τότε σʼ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα, §4.590τρεῖς ἵππους καὶ δίφρον ἐύξοον· αὐτὰρ ἔπειτα §4.591δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν §4.592ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.
来吧,现在就在我的宫殿里住下,直到第十一日或第十二日到来;到那时我会隆重地送你启程,并赠予你耀眼的礼物:三匹骏马和一辆精雕细琢的战车;之后我会赠你一只精美的酒盏,好让你向永生的神明奠酒时,能终生时常感念起我。
§4.593τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §4.594Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδʼ ἔρυκε.
” 聪慧的 Telemachus 随即回答他说: “阿特柔斯之子啊,请不要再把我长久留在这里。
§4.595καὶ γάρ κʼ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γʼ ἀνεχοίμην §4.596ἥμενος, οὐδέ κέ μʼ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων· §4.597αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων §4.598τέρπομαι.
因为即便是陪在您身边坐上整整一年,我也可以安然忍受,也绝不会升起对家园或父母的思念之情;因为聆听您的故事和言语,让我感到无比愉悦。
ἀλλʼ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι §4.599ἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδʼ ἐρύκεις.
然而,如今我的伙伴们已在神圣的派罗斯感到焦虑,而您却将我长久留在此地。
§4.600δῶρον δʼ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω· §4.601ἵππους δʼ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ §4.602ἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσεις §4.603εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον §4.604πυροί τε ζειαί τε ἰδʼ εὐρυφυὲς κρῖ λευκόν.
至于您要赠予我的礼物,请让它成为一件家传之宝;骏马我可不带去伊萨卡,而是留在您这里作为一件美饰;因为您统治着一片广袤的平原,那里盛产丰茂的苜蓿和莎草,还有小麦、单粒小麦和繁茂的白大麦。
§4.605ἐν δʼ Ἰθάκῃ οὔτʼ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών· §4.606αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.
而在伊萨卡,既没有宽阔的跑道,也没有任何草场;它是山羊生息之地,却比养马之所更加迷人。
§4.607οὐ γάρ τις νήσων ἱππήλατος οὐδʼ ἐυλείμων, §4.608αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων.
那些濒临大海的岛屿,没有一个是适合驭马或草场肥美的,而伊萨卡更是所有岛屿中最甚者。
§4.609ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος, §4.610χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· §4.611αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷʼ ἀγορεύεις·
” 他这样说,擅于呐喊的梅涅劳斯便微笑起来,用手抚摸着他,开口向他吐露真言: “你身负高贵的血统,亲爱的孩子,从你所说的话语中便能看出。
§4.612τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ.
因此,我会为你更换这些礼物;因为我做得到。
§4.613δώρων δʼ ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται, §4.614δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν· §4.615δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ §4.616ἔστιν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται, §4.617ἔργον δʼ Ἡφαίστοιο.
在我宫殿里作为传家宝珍藏的所有礼物中,我会把最精美、最珍贵的一件赠予你:我会赠你一只制作精妙的混酒器;它通体由白银打造,边缘饰以黄金,乃是赫淮斯托斯的杰作。
πόρεν δέ ἑ Φαίδιμος ἥρως, §4.618Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε §4.619κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.
西顿人的国王、英雄斐迪摩斯曾将它赠予我,当我在归途中受到他的款待时;如今我渴望将此物转赠予你。
” 他们就这样彼此交谈着;而宾客们也纷纷来到了神圣国王的宫殿。
§4.622οἱ δʼ ἦγον μὲν μῆλα, φέρον δʼ ἐυήνορα οἶνον· §4.623σῖτον δέ σφʼ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.
他们牵来绵羊,带来越发醇香的美酒;戴着美丽头巾的妻子们也为他们送来了食物。
§4.624ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο.
众人就这样在宫殿里忙着筹办宴席。
§4.625μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο §4.626δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες §4.627ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.
此时,求婚者们在奥德修斯的宫殿前,正掷着铁饼和标枪自娱自乐,在那片铺设平整的空地上,一如既往地放肆蛮横。
§4.628Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής, §4.629ἀρχοὶ μνηστήρων, ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.
安提诺乌斯和神一般的欧律马科斯正坐在那儿,他们是求婚者们的主领,在威能上最是出类拔萃。