§4.498εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.
还有一人,我想,依然活着,被阻留在辽阔的大海之上。
§4.499Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.
埃阿斯同他那长桨的船只一道被毁灭。
波塞冬首先将他带到居拉伊的大岩石旁,并将他自海中救起。
§4.502καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ, §4.503εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʼ ἀάσθη· §4.504φῆ ῥʼ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.
若非他口出狂言且犯下大错,尽管为雅典娜所憎恨,他本也已逃脱了死劫;他竟声称,自己违背神明之意逃离了大波汹涌的深海。
§4.505τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος· §4.506αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν §4.507ἤλασε Γυραίην πέτρην, ἀπὸ δʼ ἔσχισεν αὐτήν· §4.508καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ, §4.509τῷ ῥʼ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγʼ ἀάσθη· §4.510τὸν δʼ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.
波塞冬大声听到了他的狂言;随即,他用强有力的双手执起三叉戟,击打居拉伊的大岩,将其劈成两半;其中一半留在原处,而碎裂的另一半坠入海中,而这正是埃阿斯起初坐着并犯下大错的那块岩石;它载着他,坠入波涛汹涌、无边无际的大海深处。
§4.511ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.
就这样,他在那里喝下咸咸的海水,走向了毁灭。
而你的兄弟,我想,想必逃脱并避开了死劫,在虚空的船只中;高贵的赫拉救了他。
§4.514ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε Μαλειάων ὄρος αἰπὺ §4.515ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα §4.516πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα, §4.517ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης §4.518τὸ πρίν, ἀτὰρ τότʼ ἔναιε Θυεστιάδης Αἴγισθος.
然而,正当他即将抵达马勒亚的险峻岬角时,暴风突然将他卷起,载着沉重叹息的他,越过鱼群汇聚的大海,送至国土的边缘,那里曾是瑟乌埃斯忒斯的居所,而当时则住着瑟乌埃斯忒斯之子埃癸斯托斯。
§4.519ἀλλʼ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων, §4.520ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδʼ ἵκοντο, §4.521ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης §4.522καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δʼ ἀπʼ αὐτοῦ §4.523δάκρυα θερμὰ χέοντʼ, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.
但当从那里也展现出平安归国的希望,神明将顺风转回,使他们回到了家园,他确实满心欢喜地踏上了祖国的土地,抚摸并亲吻着自己的家园;温热的泪水夺眶而出,因为他无比欣喜地看见了自己的土地。
§4.524τὸν δʼ ἄρʼ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν §4.525Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δʼ ἔσχετο μισθὸν §4.526χρυσοῦ δοιὰ τάλαντα· φύλασσε δʼ ὅ γʼ εἰς ἐνιαυτόν, §4.527μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.
然而,高处的一个哨兵看见了他,那是诡计多端的埃癸斯托斯带去并安插在那里的,并许诺给以黄金两塔兰同作为报酬;他守候了整整一年,免得他悄无声息地走过去,并展现出勇猛的武力。
§4.528βῆ δʼ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.
于是他动身前往宫殿,向子民的牧者报信。
§4.529αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσσατο τέχνην· §4.530κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους §4.531εἷσε λόχον, ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι.
埃癸斯托斯随即筹划了一个机巧的阴谋:他在城邦中选拔了二十位最杰出的勇士,设下埋伏,同时在另一处下令准备宴席。
而他自己则带着马匹和战车,心怀不轨地去迎请子民的牧者阿伽门农。
§4.534τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν §4.535δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
他将对死期一无所知的阿伽门农迎入,并在款待宴毕后将其杀害,正如有人在饲料槽旁宰杀一头牛那样。
§4.536οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθʼ οἵ οἱ ἕποντο, §4.537οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισιν.
追随他的阿特柔斯之子的同伴无一幸免,埃癸斯托斯的部下也同样没有留下,他们全都惨死在宫殿里。
§4.538ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ, §4.539κλαῖον δʼ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ §4.540ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
他这样说,我的心便碎了,我坐在沙滩上痛哭,内心不再渴望活下去,不再渴望看见太阳的光芒。
§4.541αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην, §4.542δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής· §4.543μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτω §4.544κλαῖʼ, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχιστα §4.545πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.
然而,当我哭够了、在地上打滚够了之后,那时真诚的海中老神便对我说: ‘阿特柔斯之子啊,不要再这样执拗地长久哭泣了,因为我们找不到任何解救之法;相反,你应该尽快设法回到你的祖国家园。
§4.546ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστης §4.547κτεῖνεν ὑποφθάμενος, σὺ δέ κεν τάφου ἀντιβολήσαις.
因为你要么会发现他还活着,要么俄瑞斯忒斯已经先发制人将他杀害,而你也许能赶上他的葬礼。
§4.548ὣς ἔφατʼ, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ §4.549αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη, §4.550καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· §4.551τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρʼ ὀνόμαζε, §4.552ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ §4.553ἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι.
’ 他这样说,尽管我深感悲痛,我的心和高傲的灵魂在胸中再次得到了温暖,于是我开口向他吐露翼言: ‘这两人的情况我已经知晓;但请你道出第三个人的名字,那依然活着并被阻留在辽阔大海上、或是已经死去的人;哪怕深感悲痛,我也渴望听到他的消息。
§4.554ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν· §4.555υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων· §4.556τὸν δʼ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα, §4.557νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ §4.558ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι· §4.559οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι, §4.560οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.
’ 我这样说,他随即回答说道: ‘那是拉埃尔忒斯之子,他在伊萨卡建有家园;我曾看见他在一座岛上潸然泪下,在仙女卡吕普索的宫殿里,她强行留住了他;而他却无法回到自己的祖国家园;因为他身边没有配桨的船只和同伴,能送他越过辽阔大海的脊背。
§4.561σοὶ δʼ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε, §4.562Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν, §4.563ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης §4.564ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς, §4.565τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν·
至于你,受宙斯庇佑的梅涅劳斯啊,在养育骏马的阿耳戈斯死去并迎来你的阳寿终结,并非神意所定,相反,永生的神明们会将你送往埃吕西翁平原和大地之极,那里住着金发的拉达曼苏斯,那里的人们过着最无忧无虑的生活;