§4.430δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
当时我们便在海边的波涛拍击处安歇。
§4.431ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §4.432καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο §4.433ἤια πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρους §4.434τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπʼ ἰθύν.
当那初生的、玫瑰色手指的黎明神女显现时,其时我便沿着宽阔航道的大海之滨行走,向神明们多方祈求;同时我带上了三位同伴,他们在任何行动中都是我最信任的。
§4.435τόφρα δʼ ἄρʼ ἥ γʼ ὑποδῦσα θαλάσσης εὐρέα κόλπον §4.436τέσσαρα φωκάων ἐκ πόντου δέρματʼ ἔνεικε· §4.437πάντα δʼ ἔσαν νεόδαρτα· δόλον δʼ ἐπεμήδετο πατρί.
在此期间,她潜入大海宽阔的怀抱,从深海中带回了四张海豹皮;它们全都是新剥下来的;她正为父亲筹划一个圈套。
§4.438εὐνὰς δʼ ἐν ψαμάθοισι διαγλάψασʼ ἁλίῃσιν §4.439ἧστο μένουσʼ· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς· §4.440ἑξείης δʼ εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ.
在海沙中掘出躺卧之处后,她坐着等待;我们走到了离她极近的地方;她让我们依次躺下,并在每个人身上披上一张皮。
§4.441ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς §4.442φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή· §4.443τίς γάρ κʼ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;
那真会是一场最可怕的潜伏;因为海中养育的海豹那极具毁灭性的恶臭,令我们痛苦难忍;因为谁会愿意躺在一只海怪身旁呢?
§4.444ἀλλʼ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʼ ὄνειαρ· §4.445ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα §4.446ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.
但她自己救了我们,并想出了极大的帮助;她拿来仙馔,放在我们每个人的鼻孔下,那仙馔散发出极甜美的香气,消除了海怪的恶臭。
整个早晨,我们都以忍耐的心等待着;海豹成群结队地从海里走出来。
αἱ μὲν ἔπειτα §4.449ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης·
接着它们在海边的波涛拍击处依次躺下。
§4.450ἔνδιος δʼ ὁ γέρων ἦλθʼ ἐξ ἁλός, εὗρε δὲ φώκας §4.451ζατρεφέας, πάσας δʼ ἄρʼ ἐπῴχετο, λέκτο δʼ ἀριθμόν· §4.452ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ §4.453ὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.
正午时分,老神从海中走出来,发现了这些肥壮的海豹,巡视了它们全部,并数清了数目;他把我们最先数进海怪之中,他的心中丝毫没有料到这是个圈套;随后他自己也躺下了。
§4.454ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθʼ, ἀμφὶ δὲ χεῖρας §4.455βάλλομεν· οὐδʼ ὁ γέρων δολίης ἐπελήθετο τέχνης, §4.456ἀλλʼ ἦ τοι πρώτιστα λέων γένετʼ ἠυγένειος, §4.457αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς· §4.458γίγνετο δʼ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον· §4.459ἡμεῖς δʼ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.
而我们呐喊着冲上前去,张开双臂将他抱住;老神也没有忘记他那狡诈的变化之术,他确实最先变成了一只生有美髯的雄狮,接着又变成大蛇、豹子和巨大的野猪;他还变成了流动的清水和叶茂的高树;但我们以忍耐的心坚定不移地抱紧他。
§4.460ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζʼ ὁ γέρων ὀλοφώια εἰδώς, §4.461καὶ τότε δή μʼ ἐπέεσσιν ἀνειρόμενος προσέειπε· §4.462τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο βουλάς, §4.463ὄφρα μʼ ἕλοις ἀέκοντα λοχησάμενος;
但当这位懂得邪恶法术的老神终于感到疲惫不堪时,其时他便开口向我提问: ‘阿特柔斯之子,神明中的哪一位与你合谋,好让你通过设伏违背我的意愿将我擒获?
τέο σε χρή;
你有什么需要?
§4.464ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· §4.465οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις;
’ 他这样说,我回答他说道: ‘老神,你是知道的;你为何用这些话来盘问我,企图引开话题?
§4.466ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ §4.467εὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.
因为我长久地被困在这座岛上,却找不到任何解脱的方法,我的内心正在日益消沉。
§4.468ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν, §4.469ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου, §4.470νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.
但请告诉我——因为神明无所不知—— 是哪位永生的神明束缚了我,阻断了我的旅程,并告诉我的归途,我该如何越过这鱼群汇聚的大海。
§4.471ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν· §4.472ἀλλὰ μάλʼ ὤφελλες Διί τʼ ἄλλοισίν τε θεοῖσι §4.473ῥέξας ἱερὰ κάλʼ ἀναβαινέμεν, ὄφρα τάχιστα §4.474σὴν ἐς πατρίδʼ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.
’ 我这样说,他随即回答说道: ‘不然,你本应该向宙斯和其他神明献上精美的祭品后再行登舟,好让你最快地乘船穿过酒色的大海回到你的祖国。
§4.475οὐ γάρ τοι πρὶν μοῖρα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι §4.476οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν, §4.477πρίν γʼ ὅτʼ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο, §4.478αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θʼ ἱερὰς ἑκατόμβας §4.479ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι· §4.480καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς.
因为在运命中你尚未能见到亲友,并回到你那建造精良的府邸和你的祖国大地,直到你再次前往源自天庭的埃及河水,并向掌控辽阔天空的永生神明献上神圣的百牛大祭;到那时神明才会赐给你所渴望的旅途。
§4.481ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ, §4.482οὕνεκά μʼ αὖτις ἄνωγεν ἐπʼ ἠεροειδέα πόντον §4.483Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.
’ 他这样说,我的心便碎了,因为他命令我再次越过雾霭沉沉的大海前往埃及,踏上那条漫长而痛苦的旅途。
§4.484ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον· §4.485ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεις.
但即使如此,我还是言语作答说道: ‘老神,这些事我定会按照你的吩咐去完成。
§4.486ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, §4.487ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί, §4.488οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες, §4.489ἦέ τις ὤλετʼ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς §4.490ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.
但来吧,请告诉我这件事并如实陈述,是否所有阿开亚人都同他们的船只一道平安归来,那些在我和内斯托尔离开特洛伊时留下来的人,还是有人在自己的船上因残酷的命运而丧生,或者在结束战争后,死在朋友们的怀抱里。
’ 我这样说,他随即回答说道: ‘阿特柔斯之子,你为何向我细问这些?