§4.360ἔνθα μʼ ἐείκοσιν ἤματʼ ἔχον θεοί, οὐδέ ποτʼ οὖροι §4.361πνείοντες φαίνονθʼ ἁλιαέες, οἵ ῥά τε νηῶν §4.362πομπῆες γίγνονται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
神明们将我阻留在那里二十天之久,向海吹拂的海风从未出现过,而这些风正是船只在宽阔海背上航行的引导者。
§4.363καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένεʼ ἀνδρῶν, §4.364εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μʼ ἐσάωσε, §4.365Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος, §4.366Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.
如果不是神明中的一位怜悯我并救了我,如今所有的粮食都会耗尽,男人们的力气也会消逝,她就是海中强悍的老人普罗透斯的女儿艾多忒亚;因为我最能打动她的心。
§4.367ἥ μʼ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων· §4.368αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον §4.369γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.
当我在远离同伴、独自迷茫徘徊时,她遇见了我;因为他们总是拿着弯曲的鱼钩在岛屿周围捕鱼,饥饿折磨着他们的肚子。
她站在我身旁,开口对我说道: ‘外乡人,你竟如此愚蠢,心智如此轻浮吗?
§4.372ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;
还是你甘愿放弃,并在遭受痛苦中获得快乐?
§4.373ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ §4.374εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων.
以至于你如此长久地被困在这座岛上,却找不到任何解脱的方法,而你同伴们的心灵正在日益消沉。
§4.375ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· §4.376ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων, §4.377ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω §4.378ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.
’ 她这样说,我回答她说道: ‘无论你是女神中的哪一位,我都要如实告诉你,我绝非自愿被困在此处,而我必定是得罪了掌控辽阔天空的永生神明。
§4.379ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν, §4.380ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου, §4.381νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.
但请告诉我——因为神明无所不知—— 是哪位永生的神明束缚了我,阻断了我的旅程,并告诉我的归途,我该如何越过这鱼群汇聚的大海。
§4.382ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων· §4.383τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
’ 我这样说,神圣的女神随即回答道: ‘外乡人,我必定会十分真实地告诉你。
这里常有一位诚实而永生的海中老人,埃及的普罗透斯。
§4.386πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς· §4.387τὸν δέ τʼ ἐμόν φασιν πατέρʼ ἔμμεναι ἠδὲ τεκέσθαι.
他熟知所有海洋的深渊,并且是波塞冬的侍从;人们说他是我的父亲,也是生养我的人。
§4.388τόν γʼ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι, §4.389ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου §4.390νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
如果你能设法埋伏并抓住他,他就会告诉你旅途的道路、行程的距离,以及你的归途,你该如何越过这鱼群汇聚的大海。
§4.391καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κʼ ἐθέλῃσθα, §4.392ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκται §4.393οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.
而且,宙斯抚育的君王啊,如果你愿意,他还会告诉你,在你踏上这条漫长而痛苦的旅途期间,你的府邸里发生了什么好事和坏事。
§4.394ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· §4.395αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος, §4.396μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται· §4.397ἀργαλέος γάρ τʼ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.
’ 她这样说,我回答她说道: ‘请你自己为我谋划如何埋伏那位神圣的老人,免得他预先看见我,或者提前察觉而逃脱;因为凡人极难制服一位神明。
§4.398ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων· §4.399τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
’ 我这样说,神圣的女神随即回答道: ‘外乡人,我必定会十分真实地告诉你。
§4.400ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ, §4.401τῆμος ἄρʼ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς §4.402πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς, §4.403ἐκ δʼ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν·
当太阳升到天空中部时,那诚实的海中老人就会从海中走出来,在西风吹拂下的黑色微波掩护下,他走上岸,在空旷的洞穴下就寝。
§4.404ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης §4.405ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι, §4.406πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.
在他的周围,美丽的海中女儿的子嗣——海豹们,成群地睡在一起,它们从灰色的海水中探出身来,吐出深海浓烈的咸腥气味。
σὺ δʼ ἐὺ κρίνασθαι ἑταίρους §4.409τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι.
而你则要在你那排桨整齐的船旁,挑选出最优秀的三位同伴。
§4.410πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος.
我将把这位老人的所有变化之术都告诉你。
§4.411φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν· §4.412αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται, §4.413λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων.
他首先会去清点海豹的数量,并巡视它们;而当他清点完毕并看过了所有的海豹,他就会躺在它们中间,就像羊群中的牧羊人一样。
§4.414τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε, §4.415καὶ τότʼ ἔπειθʼ ὑμῖν μελέτω κάρτος τε βίη τε, §4.416αὖθι δʼ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.
一旦你们看见他最先躺下安息,那时你们就要集中力量和勇猛,哪怕他急切地想要逃脱,也要当场紧紧按住他。
§4.417πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσʼ ἐπὶ γαῖαν §4.418ἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ· §4.419ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.
他会进行各种尝试,化身为大地上所有的爬行之物,以及水和神火;但你们必须坚定不移地按住他,并要更加用力地挤压。
§4.420ἀλλʼ ὅτε κεν δή σʼ αὐτὸς ἀνείρηται ἐπέεσσι, §4.421τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε, §4.422καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα, §4.423ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει, §4.424νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
不过,当他终于亲自开口向你提问时,且其形态正与你们看见他躺下就寝时一模一样,那时你们就要收回力量,释放这位老人,英雄啊,并询问他是哪位神明在责难你,以及你的归途,你该如何越过这鱼群汇聚的大海。
§4.425ὣς εἰποῦσʼ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
’ 她说完,便隐入了波涛汹涌的海水中。