Humanitext Reader

荷马 · 奥德赛 §24.415-24.481

求婚者亲族的叛乱与宙斯雅典娜的商议

第 172 段,共 173 段 · 希腊语

内容简介

求婚者们的家属愤怒且悲痛地聚集在集会上,不顾哈利塞尔塞斯的劝阻,武装在尤沛忒斯的率领下出发复仇。与此同时,在奥林波斯山上,雅典娜与宙斯商议如何在伊萨卡重建和平并实现双方的和解。

§24.415οἱ δʼ ἄρʼ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος §24.416μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθʼ Ὀδυσῆος, §24.417ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι, §24.418τοὺς δʼ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον §24.419πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες· §24.420αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.
众人一听到这消息,便纷纷从各处走来,在奥德修斯的府邸前发出悲叹和呻吟;他们将死者从屋里运出,各自予以安葬,而对于那些来自其他城市的人,他们则将他们各自送回,放在快捷的船只上,交由渔夫运送回去;他们自己则成群结队地走向集会广场,心中充满悲伤。
§24.421αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο, §24.422τοῖσιν δʼ Εὐπείθης ἀνά θʼ ἵστατο καὶ μετέειπε· §24.423παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο, §24.424Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς· §24.425τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν· §24.426ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδʼ ἐμήσατʼ Ἀχαιούς·
当他们聚集并会合在一起时,尤沛忒斯在他们之中站起身来发言;因为对他儿子的无法忘怀的悲痛压在他的心头,那就是高贵的奥德修斯最先杀死的安提诺奥斯;他为他流着泪,对集会的人们发言说道: “朋友们啊,这个男人确实对阿开亚人犯下了滔天大罪!
§24.427τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς §24.428ὤλεσε μὲν νῆας γλαφυράς, ἀπὸ δʼ ὤλεσε λαούς· §24.429τοὺς δʼ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχʼ ἀρίστους,
有些人他用船只带走,那是许多英勇的男子,他却丧失了空心的船只,也毁灭了人民;另一些人,他回来后将他们杀害,他们可都是凯法勒尼亚人中最优秀的人。
§24.430ἀλλʼ ἄγετε, πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσθαι §24.431ἢ καὶ ἐς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί, §24.432ἴομεν· ἦ καὶ ἔπειτα κατηφέες ἐσσόμεθʼ αἰεί·
可是来吧,在这个人迅速到达庇洛斯之前,或者到埃培奥斯人统治的神圣伊利斯之前,让我们行动起来;否则我们此后将永远蒙受耻辱。
§24.433λώβη γὰρ τάδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι, §24.434εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας §24.435τισόμεθʼ.
因为如果我们不向杀害我们儿子和兄弟的仇人报仇,这甚至对后代子孙来说也是一种耻辱。
οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο §24.436ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην.
对我来说,活着已不再有任何乐趣,我宁愿尽快死去,归于阴间死者之列。
§24.437ἀλλʼ ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.
让我们走吧,免得他们抢先渡海过去。
§24.438ὣς φάτο δάκρυ χέων, οἶκτος δʼ ἕλε πάντας Ἀχαιούς.
” 他流着泪这样说,同情之感抓住了所有的阿开亚人。
§24.439ἀγχίμολον δέ σφʼ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς §24.440ἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν, §24.441ἔσταν δʼ ἐν μέσσοισι· τάφος δʼ ἕλεν ἄνδρα ἕκαστον.
这时,梅冬和神圣的歌手来到了他们近旁,他们刚从奥德修斯的府邸里走出来,因为睡眠放过了他们,他们站在众人中间;惊愕抓住了每一个人。
§24.442τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς· §24.443κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι· οὐ γὰρ Ὀδυσσεὺς §24.444ἀθανάτων ἀέκητι θεῶν τάδʼ ἐμήσατο ἔργα·
明白事理的梅冬对他们发言说道: “伊萨卡人啊,现在请听我说;奥德修斯并非违背不朽诸神的意愿而做下这些事情。
§24.445αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥʼ Ὀδυσῆϊ §24.446ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.
我自己就看见了一位不朽的神明,他当时正站在奥德修斯的身旁,他在一切细节上都像极了门托尔。
§24.447ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθʼ Ὀδυσῆος §24.448φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων §24.449θῦνε κατὰ μέγαρον· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
那位不朽的神明有时在奥德修斯面前显现并鼓励他,有时又激怒求婚者,在大厅里横冲直撞;他们便成堆地倒下。
§24.450ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει.
” 他这样说着,脸色苍白的恐惧抓住了他们所有人。
§24.451τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης §24.452Μαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω· §24.453ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε· §24.454κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
接着,年迈的英雄、马斯托尔之子哈利塞尔塞斯也对他们说道:因为只有他能看透未来与过去;他怀着善意向他们发言说道: “伊萨卡人啊,现在请听我一言:朋友们,这些事情是由于你们自己的邪恶而发生的。
§24.455ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο· §24.456οὐ γὰρ ἐμοὶ πείθεσθʼ, οὐ Μέντορι ποιμένι λαῶν, §24.457ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων, §24.458οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι, §24.459κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν §24.460ἀνδρὸς ἀριστῆος· τὸν δʼ οὐκέτι φάντο νέεσθαι.
因为你们不听从我,也不听从民之牧门托尔,去制止你们的儿子们的愚妄行为,他们因邪恶的狂妄而做下了滔天大罪,糟蹋财产,并侮辱了一位高贵男子的妻子;而他们原以为他再也不会回来了。
§24.461καὶ νῦν ὧδε γένοιτο.
现在就照这样办吧。
πίθεσθέ μοι ὡς ἀγορεύω· §24.462μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.
听从我的劝告:我们不要去,免得有人自食恶果。
§24.463ὣς ἔφαθʼ, οἱ δʼ ἄρʼ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ §24.464ἡμίσεων πλείους· τοὶ δʼ ἀθρόοι αὐτόθι μίμνον· §24.465οὐ γὰρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλʼ Εὐπείθει §24.466πείθοντʼ· αἶψα δʼ ἔπειτʼ ἐπὶ τεύχεα ἐσσεύοντο.
” 他这样说着,其中一大半以上的人大声喧哗着跳了起来,而其余的人则成群地留在原地;因为他的话不合他们的心意,他们反而顺从了尤沛忒斯;他们随即跑去拿取他们的盔甲。
§24.467αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν, §24.468ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.
当他们在身上披上闪亮的青铜铠甲后,他们便成群地聚集在宽阔的城市前。
§24.469τοῖσιν δʼ Εὐπείθης ἡγήσατο νηπιέῃσι· §24.470φῆ δʼ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδʼ ἄρʼ ἔμελλεν §24.471ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν.
尤沛忒斯因其愚蠢而率领着他们;他口口声声说要为儿子的被杀报仇,但他却注定无法生还,而要在那里迎来自己的宿命。
§24.472αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα· §24.473ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων, §24.474εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;
与此同时,雅典娜对克罗诺斯之子宙斯说道: “我们的父亲,克罗诺斯之子,统治者中的最高者,请回答我的提问,现在你心中藏着什么想法?
§24.475ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν §24.476τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα;
你是要让邪恶的战争和可怕的冲突继续下去,还是要在双方之间建立友好关系?
§24.477τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· §24.478τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;
” 聚集乌云的宙斯回答她说道: “我的孩子,你为何向我盘问并追究这些事呢?
§24.479οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή, §24.480ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
难道这个计划不正是你亲自策划的,好让奥德修斯回来向他们复仇吗?
§24.481ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν.
照你意愿去做吧;但我会告诉你怎样做才是妥当的。 ”

词汇与语法注释

  1. §24.419ἁλιεῦσι — “给渔夫们”这一与格,在此作为不定式 ἄγειν(运送)的逻辑主语,意为“让渔夫们运送回去”。
  2. §24.433ἐσσομένοισι πυθέσθαι — 未来分词 ἐσσομένοισι(“未来将存在的人”)与不定式 πυθέσθαι(“听说、得知”)相结合,意为“即便对后世之人来说,听闻此事也是(耻辱)”。
  3. §24.452πρόσσω καὶ ὀπίσσω — 字面意思是“向前与向后”,此处用作时间上的比喻,意为“未来与过去”,表现了哈利塞尔塞斯作为预言家能够看清事情前因后果的能力。
  4. §24.481ὡς ἐπέοικεν — 意为“如何妥当”或“正如所宜”,预示着宙斯接下来将阐明,他所规划的和解方案对于正义与秩序而言是多么地合适与妥当。

引用这一段

荷马, 奥德赛 §24.415-24.481. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:24.415-24.481

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。