Humanitext Reader

荷马 · 奥德赛 §24.482-24.548

雅典娜介入与伊萨卡的和平誓约

第 173 段,共 173 段 · 希腊语

内容简介

宙斯和雅典娜决定维持奥德修斯的王权并建立双方的和平,雅典娜随即降临凡间。在追击的求婚者遗族与奥德修斯一方爆发战斗时,雅典娜在宙斯雷电的协助下介入调停,使双方重新缔结了和平誓言。

§24.482ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς, §24.483ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,
既然高贵的奥德修斯已向求婚者们复仇,在双方立下坚定的誓言后,就让他永远为王统治。
§24.484ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο §24.485ἔκλησιν θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων §24.486ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.
另一方面,让我们使他们忘却对儿子和兄弟被杀的仇恨;让他们像以前一样彼此相爱,并让财富与和平充盈富足。
§24.487ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην, §24.488βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
” 宙斯说完,便促使了早已跃跃欲试的雅典娜,她随即从奥林匹斯的峰峦上疾飞而下。
§24.489οἱ δʼ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο, §24.490τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς· §24.491ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.
且说他们消除对甜美食物的渴望后,饱经沧桑的高贵奥德修斯便在他们中间开口说道: “让谁出去看看,免得他们已经走近了。
§24.492ὣς ἔφατʼ· ἐκ δʼ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν·
” 他这样说着,多利奥斯的儿子便照他的吩咐走了出去。
§24.493στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας· §24.494αἶψα δʼ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα· §24.495οἵδε δὴ ἐγγὺς ἔασʼ· ἀλλʼ ὁπλιζώμεθα θᾶσσον.
他走上前站在门槛上,看见他们所有人已到近前;他随即对奥德修斯说出了长了翅膀的话语: “他们确实已经逼近了;让我们赶快武装起来吧。
§24.496ὣς ἔφαθʼ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο, §24.497τέσσαρες ἀμφʼ Ὀδυσῆʼ, ἓξ δʼ υἱεῖς οἱ Δολίοιο·
” 他这样说着,众人便站起身,披挂起盔甲,围在奥德修斯身边的有四人,多利奥斯的儿子有六人。
§24.498ἐν δʼ ἄρα Λαέρτης Δολίος τʼ ἐς τεύχεʼ ἔδυνον, §24.499καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.
此外,拉埃尔特斯和多利奥斯也穿上了铠甲,虽然他们已是白发苍苍,却成了因形势所迫的战士。
§24.500αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν, §24.501ὤϊξάν ῥα θύρας, ἐκ δʼ ἤϊον, ἄρχε δʼ Ὀδυσσεύς.
当他们在身上披上闪亮的青铜铠甲后,他们便推开门走了出去,由奥德修斯率领。
§24.502τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη §24.503Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
此时,宙斯之女雅典娜来到了他们近旁,她的体态和声音都酷似门托尔。
§24.504τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς· §24.505αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν· §24.506Τηλέμαχʼ, ἤδη μὲν τόδε γʼ εἴσεαι αὐτὸς ἐπελθών, §24.507ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι, §24.508μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ §24.509ἀλκῇ τʼ ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπʼ αἶαν.
看到她,饱经沧桑的高贵奥德修斯满心欢喜,随即对他的爱子特勒马科斯说道: “特勒马科斯啊,现在当你亲自走向战场,去到那决定谁是勇士中之最优秀者的场所时,你自会明白,绝不能辱没我们祖先的门风,他们以前在力量和英勇上可是名扬整片大地的。
§24.510τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §24.511ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, πάτερ φίλε, τῷδʼ ἐπὶ θυμῷ §24.512οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις.
” 聪慧的特勒马科斯随即回答他说: “亲爱的父亲,如果你愿意,你会看到我凭着这颗心,绝不会辱没你所说的我们的祖先门风。
§24.513ὣς φάτο, Λαέρτης δʼ ἐχάρη καὶ μῦθον ἔειπε· §24.514τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι;
” 他这样说着,拉埃尔特斯大为高兴,并开口说道: “亲爱的诸神啊,今天对我来说是什么日子?
ἦ μάλα χαίρω· §24.515υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι δῆριν ἔχουσιν.
我真是太高兴了;我的儿子和孙子正在为谁更优秀而比试。
§24.516τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη· §24.517ὦ Ἀρκεισιάδη, πάντων πολὺ φίλταθʼ ἑταίρων, §24.518εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί, §24.519αἶψα μαλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.
” 站在他身旁的闪亮双眸的雅典娜对他说道: “阿尔开西俄斯之子啊,我所有同伴中最亲爱的人,向闪亮双眸的少女和父亲宙斯祈祷吧,随即挥舞并投掷出你那投下长影的枪。
§24.520ὣς φάτο, καί ῥʼ ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη
” 她这样说着,帕拉斯·雅典娜便注入他极大的力量。
§24.521εὐξάμενος δʼ ἄρʼ ἔπειτα Διὸς κούρῃ μεγάλοιο, §24.522αἶψα μάλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, §24.523καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου.
于是他向伟大宙斯的女儿祈祷,随即挥舞并投出他那投下长影的枪,击中了尤沛忒斯那带青铜颊板的头盔。
§24.524ἡ δʼ οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός, §24.525δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
头盔未能阻挡住枪,青铜枪尖穿透而过,他扑通倒地,盔甲在他身上发出铿锵声。
§24.526ἐν δʼ ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός, §24.527τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.
奥德修斯和他光辉的儿子冲向先锋守卫,用剑和双头枪砍杀刺击。
§24.528καί νύ κε δὴ πάντας ὄλεσαν καὶ ἔθηκαν ἀνόστους, §24.529εἰ μὴ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο, §24.530ἤϋσεν φωνῇ, κατὰ ἔσχεθε λαὸν ἅπαντα. §24.531ἴσχεσθε πτολέμου, Ἰθακήσιοι, ἀργαλέοιο, §24.532ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα.
此时他们本可以将所有人消灭,让他们无法生还,要不是手持埃吉斯神盾的宙斯之女雅典娜大声呼喊,制止了所有的民众: “伊萨卡人啊,快停止这惨烈的战斗,好让你们能够尽快无血地散去。
§24.533ὣς φάτʼ Ἀθηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλεν· §24.534τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα, §24.535πάντα δʼ ἐπὶ χθονὶ πῖπτε, θεᾶς ὄπα φωνησάσης· §24.536πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο.
” 雅典娜这样说着,脸色苍白的恐惧抓住了他们;恐惧中的他们,兵刃纷纷从手中飞落,随着女神发出声音,所有的武器都落在地上;他们为了活命,转头奔向城里。
§24.537σμερδαλέον δʼ ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς, §24.538οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις.
饱经沧桑的高贵奥德修斯发出了可怕的吼叫,蜷缩身子,像一只高飞的雄鹰一样扑了上去。
§24.539καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν, §24.540κὰδ δʼ ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρης.
就在那时,克罗诺斯之子投下了带着煤灰的雷电,雷电落在拥有强大父亲的、闪亮双眸的女神面前。
§24.541δὴ τότʼ Ὀδυσσῆα προσέφη γλαυκῶπις Ἀθήνη· §24.542διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, §24.543ἴσχεο, παῦε δὲ νεῖκος ὁμοιΐου πολέμοιο, §24.544μή πως τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύς.
此时,闪亮双眸的雅典娜对奥德修斯说道: “宙斯所生的拉埃尔特斯之子、足智多谋的奥德修斯,停下吧,别再继续这无情战争的争斗,免得声音远播的克罗诺斯之子宙斯对你发怒。
§24.545ὣς φάτʼ Ἀθηναίη, ὁ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ.
” 雅典娜这样说着,他便顺从了,心中十分高兴。
§24.546ὅρκια δʼ αὖ κατόπισθε μετʼ ἀμφοτέροισιν ἔθηκεν §24.547Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο, §24.548Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
此后,手持埃吉斯神盾的宙斯之女帕拉斯·雅典娜,再次在双方之间订立了可靠的誓言,她的体态和声音都酷似门托尔。

词汇与语法注释

  1. 24.483ὅρκια πιστὰ ταμόντες — 主格复数分词。语义上指代奥德修斯与伊萨卡人民双方,但其后接的从属分句主语(ὁ μὲν, ἡμεῖς)与其不一致,从而构成了破格句(anacoluthon)。
  2. 24.491ἴδοι μὴ — 祈愿语气 `ἴδοι` 后接表示担忧或疑虑的 `μὴ` 从句(此处为虚拟语气 `ὦσι`),构成了一种相当于命令的间接表达方式:“去看看,免得他们已经……”
  3. 24.506εἴσεαι — 动词 `οἶδα`(或 `εἴδομαι`)的将来时中间语气第二人称单数形式。它不仅仅表示简单的未来知晓,而是强烈督促特勒马科斯去“体认”或“自省”战场之严酷与祖先荣誉之重大。
  4. 24.529καί νύ κε δὴ πάντας ὄλεσαν... εἰ μὴ Ἀθηναίη... ἤϋσεν — 表示与过去事实相反的虚拟条件句(反事实条件句)。主句中使用过去时直说语气(`ὄλεσαν`)配合语气词 `κε`,与从句中 `εἰ μὴ` 引导的过去时直说语气(`ἤϋσεν`)相结合,表现出一种迫在眉睫的假设:“若非雅典娜呼喊,他们当时就已经毁灭了所有人。”
  5. 24.534τῶν δʼ ἄρα δεισάντων — 由代词 `τῶν` 和现在分词 `δεισάντων` 构成的属格独立结构。它在副词性上描述了与主句主语(`τεύχεα`)不同的主语状态,即“在他们(伊萨卡战士们)陷入惊恐之时”。

引用这一段

荷马, 奥德赛 §24.482-24.548. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:24.482-24.548

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。