§24.281ξεῖνʼ, ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις, §24.282ὑβρισταὶ δʼ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν· §24.283δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο, μυρίʼ ὀπάζων·
“外邦的客啊,你确实已经来到了你所询问的那片土地,但傲慢而无法无天的人们统治着它;你白白赠送了那些无数的礼物。
§24.284εἰ γάρ μιν ζωόν γʼ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ, §24.285τῷ κέν σʼ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε §24.286καὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.
因为,如果你在伊萨卡的土地上找到他活着,那么他定会用丰厚的礼物回报你,送你启程,并给予热情的款待;因为对于先施惠的人,这是理所当然的规矩。
§24.287ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, §24.288πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον §24.289σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδʼ, εἴ ποτʼ ἔην γε, §24.290δύσμορον;
但是来吧,请告诉我这事并如实向我说明,自你款待他以来,现在究竟是第几年了,你的那个不幸的客人,我的儿子——如果他真的曾经存在过的话—— 那个命运悲惨的人?
ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης §24.291ἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσου §24.292θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετʼ·
他一定是在远离朋友和祖国土地的某个地方,要么被海里的鱼吞食,要么在陆地上成了野兽和飞鸟的猎物。
οὐδέ ἑ μήτηρ §24.293κλαῦσε περιστείλασα πατήρ θʼ, οἵ μιν τεκόμεσθα· §24.294οὐδʼ ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια, §24.295κώκυσʼ ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει, §24.296ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων.
生下他的母亲和父亲也未能将他包裹并为他哭泣,我们这些生下他的人;那多得聘礼、聪慧的妻子彭涅罗佩,也未能依理在床榻上为自己的丈夫哀哭,合上他的双眼;因为这是对死者的敬意。
请把这事如实告诉我,好让能确切知道:你是谁,来自哪里?
πόθι τοι πόλις ἠδὲ τοκῆες;
你的城市和父母在哪里?
把你们带到这里来的那艘快速船停泊在何处,以及你的那些神一般的朋友们?
ἦ ἔμπορος εἰλήλουθας §24.301νηὸς ἐπʼ ἀλλοτρίης, οἱ δʼ ἐκβήσαντες ἔβησαν;
还是你作为乘客,搭乘别人的船而来,而他们把你送上岸后就离去了?
§24.302τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §24.303τοιγὰρ ἐγώ τοι πάντα μάλʼ ἀτρεκέως καταλέξω.
” 智谋超群的奥德修斯回答他道: “那么,我将对你如实说明一切。
§24.304εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω, §24.305υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος· §24.306αὐτὰρ ἐμοί γʼ ὄνομʼ ἐστὶν Ἐπήριτος·
我来自阿吕巴斯,在那儿我居住在显赫的府邸,是王公波吕佩蒙之子阿斐伊达斯之子;我自己的名字叫埃佩里托斯。
ἀλλά με δαίμων §24.307πλάγξʼ ἀπὸ Σικανίης δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα· §24.308νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος.
然而,某位神明违背我的意愿,把我从西卡尼亚迷失漂泊到这里来;我的船就停在郊野外,远离了城市。
§24.309αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν, §24.310ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης, §24.311δύσμορος· ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι, §24.312δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον, §24.313χαῖρε δὲ κεῖνος ἰών· θυμὸς δʼ ἔτι νῶϊν ἐώλπει §24.314μίξεσθαι ξενίῃ ἠδʼ ἀγλαὰ δῶρα διδώσειν.
然而对于奥德修斯,自他从那儿出发、离开我的祖国以来,现在已经是第五个年头了,那不幸的人;可他出发时曾有吉兆的鸟儿飞过,出现在右侧,我欣喜地送他上路,他走时也满怀欣喜;我们两人的心还期盼着能再次相聚款待,并互赠辉煌的礼物。
§24.315ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα· §24.316ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν §24.317χεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων.
” 他这样说着,一片黑色的悲痛之云笼罩了拉埃尔特斯;他双手捧起灰白的尘土,洒在灰白的头上,沉重地叹息着。
§24.318τοῦ δʼ ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη §24.319δριμὺ μένος προὔτυψε φίλον πατέρʼ εἰσορόωντι.
奥德修斯的心中一阵激荡,看着自己亲爱的父亲,一股辛辣的力量早已冲上他的鼻腔。
§24.320κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα· §24.321κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς, §24.322ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
他飞扑过去,搂住并亲吻他,说道: “父亲,你打听的那个人正是我自己;我在第二十个年头回到了祖国土地。
§24.323ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος. §24.324ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης· §24.325μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι, §24.326λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.
所以请止住眼泪和悲伤的痛哭,因为我要告诉你——无论如何我们必须抓紧时间—— 我已经在我们的府邸中杀死了那些求婚人,报复了他们令人心痛的侮辱和恶行。
§24.327τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε· §24.328εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις, §24.329σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.
” 拉埃尔特斯又回答他说道: “如果你真是我的儿子奥德修斯来到这里,现在请告诉我一个显明的证据,好让我确信。
§24.330τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §24.331οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι, §24.332τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντι §24.333οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ §24.334ἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμην §24.335δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.
” 智谋超群的奥德修斯回答他道: “首先请用眼睛辨认这处伤疤,这是我去往帕尔纳索斯山时,野猪用它洁白的牙齿刺伤的;当时是您和尊贵的母亲把我送往母亲亲爱的父亲阿乌托吕科斯那里,去拿他承诺并答应在我去时给予我的礼物。
§24.336εἰ δʼ ἄγε τοι καὶ δένδρεʼ ἐϋκτιμένην κατʼ ἀλωὴν §24.337εἴπω, ἅ μοί ποτʼ ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκαστα §24.338παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δʼ αὐτῶν §24.339ἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα.
来吧,让我再给你讲讲那座修整精美的果园里的树木,那些你曾经赐予我的树木,那时我还小,跟着你穿过果园,挨个向你索要;我们走过它们之间,你一一叫出名字并对我说明。
§24.340ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας, §24.341συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας §24.342δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος §24.343ἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν— §24.344ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.
你给了我十三棵梨树,十棵苹果树,和四十棵无花果树;你还对我说要给我五十行,每一行都在不同时期收获;在那里有各种各样的葡萄—— 每当宙斯带来的时节从上方让它们沉甸甸时。