§24.70πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει
有步兵和骑兵;大声的嘈杂随即响起。
§24.71αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο, §24.72ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ, §24.73οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι·
但当赫淮斯托斯的火焰烧尽了你,黎明时,阿基琉斯啊,我们收集了你的白骨,浸在纯酒和香油中。
δῶκε δὲ μήτηρ §24.74χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον §24.75φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.
你的母亲送来了一个黄金的双耳瓶;她称这是狄奥尼索斯的礼物,是著名的赫淮斯托斯的作品。
§24.76ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ, §24.77μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος, §24.78χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων §24.79τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.
在其中,光荣的阿基琉斯啊,躺着你的白骨,与已故的墨诺伊提俄斯之子帕特罗克洛斯的骨头混在一起,另外存放着安提洛科斯的骨头,在已故的帕特罗克洛斯之后,他是你在所有其他伙伴中最珍视的。
§24.80ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον §24.81χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων §24.82ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ, §24.83ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη §24.84τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.
随后,在它们的周围,建起了一座宏大而无瑕的坟墓,由我们阿开亚人神圣的持枪军旅所筑,就在一个突出的岬角上,在宽阔的赫勒斯滂之上,以便海上的人们从远处也能看见它,无论是现在活着的人,还是此后将要出生的人。
你的母亲向众神请求,设下了极其美丽的竞技奖品,放在赛场中央,供最优秀的阿开亚人争夺。
§24.87ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας §24.88ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος §24.89ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα· §24.90ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ, §24.91οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα, §24.92ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.
你早已见过许多英雄人物的葬礼,每当国王去世,青年人们束起腰带,准备竞技的奖品;但是,如果你看到那些,你的内心一定会感到无比赞叹,银足女神忒提斯为你设下的那些极其美丽的奖品;因为你深受众神的喜爱。
§24.93ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ §24.94πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,
这样,你即使死了也未曾失去你的名字,而是永远在所有人中保有美好的名声,阿基琉斯。
§24.95αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;
但对我来说,当我结束了战争,这又有何乐趣?
因为在归途中,宙斯为我策划了悲惨的毁灭,借着埃癸斯托斯和那忌恨的妻子的手。
§24.98ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, §24.99ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης, §24.100ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,
” 于是,他们这样互相对话,导使阿耳戈斯杀手赫尔墨斯来到了他们身旁,领着被奥德修斯制服的求婚者们的灵魂走来。
§24.101τὼ δʼ ἄρα θαμβήσαντʼ ἰθὺς κίον, ὡς ἐσιδέσθην.
两人感到惊异,一看到他们,便迎面走了过去。
§24.102ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο §24.103παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα· §24.104ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.
阿特柔斯之子阿伽门农的灵魂认出了梅拉纽斯的爱子,名震遐迩的安菲梅敦;因为他是阿伽门农在伊萨卡的宾客,住在自己的府邸里。
§24.105τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο· §24.106Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε §24.107πάντες κεκριμένοι καὶ ὁμήλικες;
阿特柔斯之子的灵魂首先向他开口: “安菲梅敦啊,你们遭遇了什么,竟进入了这黑暗的冥土,全都是选拔出来的、同龄的伙伴?
οὐδέ κεν ἄλλως §24.108κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.
即使有人在城中挑选最优秀的男子,也不会选出与此不同的阵容。
是波塞冬在船上击败了你们,掀起了狂暴的狂风和滔天的巨浪?
§24.111ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου §24.112βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά, §24.113ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;
还是敌对的男子在陆地上伤害了你们,当你们在劫掠牛群和美丽的羊群时,或者是为了争夺城池和女人而战?
§24.114εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.
告诉我这询问的人;因为我自负是你们的宾友。
§24.115ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ, §24.116ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ §24.117Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;
难道你不记得我曾去过你们在当地的府邸,同神一样的墨涅拉俄斯一起劝说奥德修斯,乘着坚固的船只一同前往伊利翁?
§24.118μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον, §24.119σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.
我们花了整整一个月渡过宽阔的海洋,费尽周折才劝服了毁城者奥德修斯。
§24.120τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος· §24.121Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον, §24.122μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις· §24.123σοὶ δʼ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω, §24.124ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.
” 安菲梅敦的灵魂接着回答他: “最光荣的阿特柔斯之子,人中之王阿伽门农,宙斯哺育的人啊,我记得你所说的一切;我将向你非常详尽且准确地讲述,我们死亡的悲惨结局是如何发生的。
§24.125μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα· §24.126ἡ δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα, §24.127ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν, §24.128ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε· §24.129στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε, §24.130λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε· §24.131κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς, §24.132μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος §24.133ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται, §24.134Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν §24.135μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο, §24.136μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ, §24.137αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
我们向离去已久的奥德修斯的妻子求婚;她既不拒绝这令人厌恶的婚事,也不完婚,为我们策划着死亡和黑色的破灭;反而,她在心中策划了这另一个诡计:她在殿堂里立起一架巨大的织机并织起布来,织出精细而宽大的布幅;她随即对我们说道: ‘青年求婚者们,既然高贵的奥德修斯已经去世,尽管急于与我完婚,但也请等待,直到我织完这件衣裳,别让我的线白白作废,这是为英雄拉埃尔特斯准备的寿衣,以防令人长久哀悼的死亡之毁灭命运将他攫取;免得地方上阿开亚的妇女们责备我,如果他这样一个拥有无数财产的人,躺在那里却无寿衣覆盖。
§24.138ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
’ 她这样说,我们傲骨的心也顺从了她。