§23.75τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇ §23.76εἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν §23.77οὐκ ἔα εἰπέμεναι πολυϊδρείῃσι νόοιο.
“我在给他洗脚时发现了它,本想立刻亲口告诉你告诉你;但他用手捂住我的嘴,凭着他深邃的智慧,不让我说出来。
§23.78ἀλλʼ ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς, §23.79αἴ κέν σʼ ἐξαπάφω, κτεῖναί μʼ οἰκτίστῳ ὀλέθρῳ.
但跟我来吧;我愿用自己的生命作赌注,如果我欺骗了你,你可用最悲惨的死法杀死我。
§23.80τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια· §23.81μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων §23.82δήνεα εἴρυσθαι, μὰλα περ πολύϊδριν ἐοῦσαν.
” 贤睿的佩内洛佩娅接着回答她道: “亲爱的妈妈,即便你极其聪明,也难看透长生不老的神明的深奥意图。
§23.83ἀλλʼ ἔμπης ἴομεν μετὰ παῖδʼ ἐμόν, ὄφρα ἴδωμαι §23.84ἄνδρας μνηστῆρας τεθνηότας, ἠδʼ ὃς ἔπεφνεν.
但我们还是去我儿子那里吧,好让让我看看那些死去的求婚者,以及杀死他们的人。
§23.85ὣς φαμένη κατέβαινʼ ὑπερώϊα· πολλὰ δέ οἱ κῆρ §23.86ὥρμαινʼ, ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι, §23.87ἦ παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα.
” 她说着,走下楼阁;她的心中充满了犹豫,是在远处询问她亲爱的丈夫,还是走到他身边,执其手而吻其首。
§23.88ἡ δʼ ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν, §23.89ἕζετʼ ἔπειτʼ Ὀδυσῆος ἐναντίη, ἐν πυρὸς αὐγῇ, §23.90τοίχου τοῦ ἑτέρου· ὁ δʼ ἄρα πρὸς κίονα μακρὴν §23.91ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι §23.92ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν.
当她走进去,跨过石门槛时,她便在火光中,坐在奥德修斯的对面,靠着另一面墙壁;而他正靠着高大的柱子坐着,俯首向下,等待着他那高贵的妻子在亲眼看见他之后,是否会对他开口说些什么。
§23.93ἡ δʼ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν· §23.94ὄψει δʼ ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν, §23.95ἄλλοτε δʼ ἀγνώσασκε κακὰ χροῒ εἵματʼ ἔχοντα.
她久久地默默坐着,惊愕袭上她的心头;她时而用目光直视他的面庞,时而又因他身上穿着褴褛的衣衫而认不出他。
§23.96Τηλέμαχος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· §23.97μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα, §23.98τίφθʼ οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρʼ αὐτὸν §23.99ἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷς;
特勒马科斯责备她,开口对她直呼其名说道: “我的母亲,狠心的母亲,有着一颗冷酷的心,为什么你这样避开父亲,不肯坐在他身边用言语询问他、探听他?
§23.100οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ §23.101ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας §23.102ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν· §23.103σοὶ δʼ αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο.
没有哪个女人会用这样坚硬的心避开自己的丈夫,他在经历了无数苦难之后,在第二十年回到了祖国的土地;而你的心却总是比石头还硬。
§23.104τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· §23.105τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν, §23.106οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδʼ ἐρέεσθαι §23.107οὐδʼ εἰς ὦπα ἰδέσθαι ἐναντίον.
” 贤睿的佩内洛佩娅回答他道: “我亲爱的孩子,我胸中的心灵惊呆了,我无法对他说出一句话,无法询问,也无法直视他的面庞。
εἰ δʼ ἐτεὸν δὴ §23.108ἔστʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶϊ §23.109γνωσόμεθʼ ἀλλήλων καὶ λώϊον· ἔστι γὰρ ἡμῖν §23.110σήμαθʼ, ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπʼ ἄλλων.
但如果他确实是奥德修斯且已经回到了家里,那么我们二人必定能更好地认出彼此;因为我们有那些不为外人所知、只有我们二人知道的秘密凭证。
§23.111ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, §23.112αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα· §23.113Τηλέμαχʼ, ἦ τοι μητέρʼ ἐνὶ μεγάροισιν ἔασον §23.114πειράζειν ἐμέθεν·
” 她这样说,长久忍耐、高贵的奥德修斯微笑了,他立刻对特勒马科斯吐露羽翼般的言语: “特勒马科斯,且让你的母亲在大厅里试探我;她很快就会看得更清楚。
τάχα δὲ φράσεται καὶ ἄρειον. §23.115νῦν δʼ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι, §23.116τοὔνεκʼ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι.
如今因为我浑身污垢,身上穿着褴褛的衣衫,所以她蔑视我,还不承认我就是那个人。
§23.117ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
但我们还是来商量如何才能做到最好。
§23.118καὶ γάρ τίς θʼ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ, §23.119ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω, §23.120φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν· §23.121ἡμεῖς δʼ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγʼ ἄριστοι §23.122κούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.
因为即便是有人在城邦里杀死了一个人,即使他的身后没有许多复仇的帮手,他也要抛弃亲族和祖国的土地,逃亡他乡;而我们却杀死了城邦的支柱,那些在伊萨卡最优秀的青年;这些事情我命你好好思量。
§23.123τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §23.124αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην §23.125μῆτιν ἐπʼ ἀνθρώπους φάσʼ ἔμμεναι, οὐδέ κέ τίς τοι §23.126ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.
” 聪慧的特勒马科斯回答他道: “亲爱的父亲,这件事情请您亲自定夺;因为人们说您的谋略在世人中是最好的,没有哪个凡人能与您竞争。
§23.127ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι §23.128ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν.
我们会满怀热忱地追随您,我认为只要我们力所能及,我们的勇气绝不会动摇。
§23.129τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς §23.130τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
” 足智多谋的奥德修斯回答他道: “那么我就把在我看来最好的办法告诉你。
§23.131πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας, §23.132δμῳὰς δʼ ἐν μεγάροισιν ἀνώγετε εἵμαθʼ ἑλέσθαι· §23.133αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν §23.134ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο, §23.135ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων, §23.136ἢ ἀνʼ ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσι· §23.137μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται §23.138ἀνδρῶν μνηστήρων, πρίν γʼ ἡμέας ἐλθέμεν ἔξω §23.139ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον·
首先,你们要去沐浴,穿上纯净的衬衫,并命令大厅里的女仆们挑选自己的盛装;且让神圣的歌手手持声音清脆的竖琴,为我们领起欢快的舞蹈,好让在外面听到的人都以为是举行婚礼,无论是路过的人,还是住在周围的邻居;免得求婚者被杀的传闻在城里广泛流传,在我们动身前往我们那树木茂密的农庄之前。 在我们动身前往我们那树木茂密的农庄之前。
ἔνθα δʼ ἔπειτα §23.140φρασσόμεθʼ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.
之后在那里我们再考虑奥林波斯神会赐予我们什么样的良策。
§23.141ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο
” 他这样说,他们都非常听从并顺从他。
§23.142πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας, §23.143ὅπλισθεν δὲ γυναῖκες· ὁ δʼ εἵλετο θεῖος ἀοιδὸς §23.144φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε §23.145μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.
首先,他们沐浴并穿上了衬衫,女仆们也装扮起来;神圣的歌手拿起了空腔的竖琴,在他们心中唤起对甜美歌声和无瑕舞蹈的渴望。
宏伟的大厅因跳舞的男子们和束着美带的女子们的脚步声而回响。