§23.1γρηῢς δʼ εἰς ὑπερῷʼ ἀνεβήσετο καγχαλόωσα, §23.2δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα· §23.3γούνατα δʼ ἐρρώσαντο, πόδες δʼ ὑπερικταίνοντο.
老妈妈笑声盈盈地登上楼阁,去告诉女主人,她那亲爱的丈夫已在屋里;她的双膝充满了力量,双脚快捷地移动。
§23.4στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν· §23.5ἔγρεο, Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαι §23.6ὀφθαλμοῖσι τεοῖσι τά τʼ ἔλδεαι ἤματα πάντα.
她伫立在女主人的枕边,对她开口说道: “醒来吧,佩内洛佩娅,我亲爱的孩子,好让你用自己的眼睛看看你朝朝暮暮都在期盼的事情。
§23.7ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών.
奥德修斯回来了,他已经回到了家里,虽然来得迟了些。
§23.8μνηστῆρας δʼ ἔκτεινεν ἀγήνορας, οἵ θʼ ἑὸν οἶκον §23.9κήδεσκον καὶ κτήματʼ ἔδον βιόωντό τε παῖδα.
他杀死了那些傲慢的求婚者,他们作践他的家室,蚕食他的财产,并欺凌他的儿子。
§23.10τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· §23.11μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται §23.12ἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλʼ ἐόντα, §23.13καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν·
” 贤睿的佩内洛佩娅回答她道: “亲爱的妈妈,神明让你发疯了,他们有能力让极其聪明的人变得愚蠢,也能让轻浮的人变得稳重持重。
§23.14οἵ σέ περ ἔβλαψαν· πρὶν δὲ φρένας αἰσίμη ἦσθα.
正是他们毁了你的心智,而在此之前你一直是个明理的人。
§23.15τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν §23.16ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μʼ ἀνεγείρεις
为什么你要戏弄我这颗充满悲伤的心,诉说这等胡言乱语,将我从甜美的睡眠中唤醒?
§23.17ἡδέος, ὅς μʼ ἐπέδησε φίλα βλέφαρʼ ἀμφικαλύψας;
那睡眠曾合上我的眼帘,将我温柔地紧扣。
自从奥德修斯动身前往那名字都不该提起的“恶之伊利昂”起,我从未睡过如此好觉。
§23.20ἀλλʼ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε.
所以,你现在且下楼去,回到大厅里去。
§23.21εἰ γάρ τίς μʼ ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι, §23.22ταῦτʼ ἐλθοῦσʼ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρεν, §23.23τῷ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι §23.24αὖτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.
如果是其他任何属于我的女仆跑来向我报告这消息,并把我从梦中唤醒,我定会立刻狠狠地惩罚她,让她回到大厅里去;但对你而言,你的年迈倒是帮了你。
§23.25τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· §23.26οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλʼ ἔτυμόν τοι §23.27ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,
” 亲爱的乳母欧律克勒亚回答她说: “我绝不是在戏弄你,我亲爱的孩子,千真万确,奥德修斯确实回来了,他已经回到了家里,正如我所说的那样。
§23.28ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.
就是那个在大厅里被所有人侮辱的客人。
§23.29Τηλέμαχος δʼ ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα, §23.30ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν, §23.31ὄφρʼ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.
特勒马科斯其实早就知道他在屋里,但他用审慎隐瞒了父亲的意图,好让他能惩治那些傲慢无道之人的暴行。
§23.32ὣς ἔφαθʼ, ἡ δʼ ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα §23.33γρηῒ περιπλέχθη, βλεφάρων δʼ ἀπὸ δάκρυον ἧκεν· §23.34καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· §23.35εἰ δʼ ἄγε δή μοι, μαῖα φίλη, νημερτὲς ἐνίσπες, §23.36εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις, §23.37ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε §23.38μοῦνος ἐών, οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔμιμνον.
” 欧律克勒亚这样说,她便欣喜若狂,从床榻上跃起,紧紧抱住老妈妈,双眼中流下热泪;她开口对她吐露羽翼般的言语: “来吧,亲爱的妈妈,请真切地告诉我,如果他真像你所说的那样,已经回到了家里,他是如何向那些无耻的求婚者动手的,他仅是孤身一人,而那些人却始终成群结队地呆在屋里。
§23.39τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· §23.40οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἶον ἄκουσα §23.41κτεινομένων·
” 亲爱的乳母欧律克勒亚回答她说: “我没有看见,也没有探问,只听到了那些被杀之人的呻吟声。
ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτων §23.42ἥμεθʼ ἀτυζόμεναι, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι, §23.43πρίν γʼ ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε §23.44Τηλέμαχος· τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.
而我们躲在建造精良的卧室最深处,惊恐地坐着,紧闭的门扇将我们关在里面,直到你的儿子特勒马科斯从大厅来唤我,是他父亲打发他来叫我的。
§23.45εὗρον ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν §23.46ἑσταόθʼ· οἱ δέ μιν ἀμφί, κραταίπεδον οὖδας ἔχοντες, §23.47κείατʼ ἐπʼ ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης.
随后我发现奥德修斯立于被杀者的尸体中间,在他周围,尸首横陈在坚硬的地面上,相互堆叠;若是见了那景象,你的心也一定会感到快意。
§23.48νῦν δʼ οἱ μὲν δὴ πάντες ἐπʼ αὐλείῃσι θύρῃσιν §23.50ἀθρόοι, αὐτὰρ ὁ δῶμα θεειοῦται περικαλλές, §23.51πῦρ μέγα κηάμενος· σὲ δέ με προέηκε καλέσσαι.
而现在,他们全都聚集在中庭的门口,堆在一处,而他正用硫磺熏蒸净化着精美的大厅,生起了一炉大火;他打发我来唤你。
但跟我来吧,好让你们二人的内心都获得快乐,因为你们承受了太多苦难。
§23.54νῦν δʼ ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται· §23.55ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ §23.56καὶ παῖδʼ ἐν μεγάροισι· κακῶς δʼ οἵ πέρ μιν ἔρεζον §23.57μνηστῆρες, τοὺς πάντας ἐτίσατο ᾧ ἐνὶ οἴκῳ.
如今,这漫长的期盼终于实现了;他自己活着回到了家中的炉边,也见到了你和儿子都在大厅里;而那些对他作恶的求婚者们,他已在自己的府邸里将他们惩处殆尽。
” 贤睿的佩内洛佩娅回答她道: “亲爱的妈妈,先不要如此得意忘形地高声欢笑。
§23.60οἶσθα γὰρ ὥς κʼ ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη §23.61πᾶσι, μάλιστα δʼ ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα· §23.62ἀλλʼ οὐκ ἔσθʼ ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις, §23.63ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς, §23.64ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα.
因为你晓得,若是他出现在大厅里,那将是多么令所有人欢喜,尤其是我和我们所生的儿子;但是你所说的这件事情并不是真的,必定是某位不死的神明杀死了那些显赫的求婚者,怒于他们令人心痛的横暴和恶劣行径。
§23.65οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων, §23.66οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο· §23.67τῷ διʼ ἀτασθαλίας ἔπαθον κακόν· αὐτὰρ Ὀδυσσεὺς §23.68ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δʼ αὐτός.
因为他们不尊重地上的任何人,无论是恶人还是好人,只要是来到他们面前的人,他们一概不放在眼里;因此,他们因自己的狂妄而遭此横祸;而奥德修斯早在远离阿开亚的异乡失去了归途,他自己也已经毁灭了。
§23.69τὴν δʼ ἠμείβετʼ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια· §23.70τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
” 亲爱的乳母欧律克勒亚接着回答她说: “我的孩子,这是什么话从你的齿缝里溜了出来?