§22.357καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ §22.358οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος, §22.359εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης, §22.360ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.
“我们还要救下传令官美冬,他一直在我们的家里照料我,当我还是个孩子的时候,除非菲洛伊提俄斯或猪倌已经杀死了他,或者他在你于大厅中暴怒横行时撞上了你。
§22.361ὣς φάτο, τοῦ δʼ ἤκουσε Μέδων πεπνυμένα εἰδώς· §22.362πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα §22.363ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.
” 特勒马科斯这样说,心思敏慧的美冬听见了他的话;因为他正蜷缩在椅子底下,周围裹着一张刚剥下来的牛皮,设法逃脱黑色的死劫。
§22.364αἶψα δʼ ἀπὸ θρόνου ὦρτο, θοῶς δʼ ἀπέδυνε βοείην. §22.365Τηλέμαχον δʼ ἄρʼ ἔπειτα προσαΐξας λάβε γούνων, §22.366καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
他立刻从椅子下站起来,迅速脱掉牛皮,然后冲上前去,抱住了特勒马科斯的双膝,向他哀求,吐露羽翼般的言语: “亲爱的朋友,我在这儿呢。
§22.367ὦ φίλʼ, ἐγὼ μὲν ὅδʼ εἰμί, σὺ δʼ ἴσχεο εἰπὲ δὲ πατρὶ §22.368μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ, §22.369ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον §22.370κτήματʼ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.
请你住手,并对你的父亲说,免得他凭着无比强大的力量,用锐利的青铜伤害我,因为他正对求婚者们怒火中烧,这些人在他的大厅里挥霍他的家产,并且愚蠢地不把你放在眼里。
§22.371τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς· §22.372θάρσει, ἐπεὶ δή σʼ οὗτος ἐρύσσατο καὶ ἐσάωσεν, §22.373ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ, §22.374ὡς κακοεργίης εὐεργεσίη μέγʼ ἀμείνων.
” 智谋多端的奥德修斯微笑着对他说: “放心吧,既然他救了你并保全了你,为的是让你在心里明白,并且也告诉别人,行善远比作恶好得多。
§22.375ἀλλʼ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε §22.376ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός, §22.377ὄφρʼ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.
但是,你们走出大厅,坐到外面的中庭里去,避开这杀戮,你和那名声斐然的歌手一起,直到我在屋里料理完我必须做的事。
§22.378ὣς φάτο, τὼ δʼ ἔξω βήτην μεγάροιο κιόντε, §22.379ἑζέσθην δʼ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν, §22.380πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί.
” 奥德修斯这样说,他们两人便走出了大厅,坐到伟大的宙斯的祭坛旁,环顾四周,始终预备着死亡的降临。
§22.381πάπτηνεν δʼ Ὀδυσεὺς καθʼ ἑὸν δόμον, εἴ τις ἔτʼ ἀνδρῶν §22.382ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν.
奥德修斯在自己的宅邸里巡视,看看是否还有人活着并躲藏着,企图逃脱黑色的死劫。
§22.383τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι §22.384πεπτεῶτας πολλούς, ὥστʼ ἰχθύας, οὕς θʼ ἁλιῆες §22.385κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης §22.386δικτύῳ ἐξέρυσαν πολυωπῷ·
他看见他们一个个全都倒在血泊和尘土之中,密密麻麻,好似渔夫们用多孔的网从灰色的海里捞到弯曲海滩上的鱼。
οἱ δέ τε πάντες §22.387κύμαθʼ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται· §22.388τῶν μέν τʼ Ἠέλιος φαέθων ἐξείλετο θυμόν· §22.389ὣς τότʼ ἄρα μνηστῆρες ἐπʼ ἀλλήλοισι κέχυντο.
它们全都渴望着大海的波浪,堆积在沙滩上,灿烂的太阳夺去了它们的生命;同样地,求婚者们也一个叠着一个躺在那里。
§22.390δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς· §22.391Τηλέμαχʼ, εἰ δʼ ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν, §22.392ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν.
那时,智谋多端的奥德修斯对特勒马科斯说道: “特勒马科斯,去吧,帮我把乳母欧律克勒亚叫来,好让我对她说出我心里的想法。
§22.393ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί, §22.394κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν· §22.395δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥ τε γυναικῶν §22.396δμῳάων σκοπός ἐσσι κατὰ μέγαρʼ ἡμετεράων· §22.397ἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ.
” 奥德修斯这样说,特勒马科斯听从了亲爱的父亲的话,摇动着房门,对乳母欧律克勒亚说道: “快来,起来,年迈的老妈妈,你是我们大厅里照管女仆的人;快来,我的父亲在叫你,有话要对你说。
§22.398ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος, §22.399ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων, §22.400βῆ δʼ ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευεν.
” 他这样说,而她的言语留在口中,没有翅膀;她打开了宽敞大厅的房门,走了出来;特勒马科斯在前面引路。
§22.401εὗρεν ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν, §22.402αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα, §22.403ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο· §22.404πᾶν δʼ ἄρα οἱ στῆθός τε παρήϊά τʼ ἀμφοτέρωθεν §22.405αἱματόεντα πέλει, δεινὸς δʼ εἰς ὦπα ἰδέσθαι· §22.406ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν.
接着,她发现奥德修斯在被杀的尸体中间,浑身溅满了血迹和污血,就像一头狮子,刚刚吞食了牧场上的公牛走出来;它的整个胸部和两旁的双颊尽是血迹,看起来面目狰狞;奥德修斯也是这样满身血污,双手双脚尽是血。
§22.407ἡ δʼ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα, §22.408ἴθυσέν ῥʼ ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον· §22.409ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ, §22.410καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· §22.411ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδʼ ὀλόλυζε·
当她看到尸体和无尽的鲜血时,正想因目睹了这伟大的业绩而欢呼,但奥德修斯制止并拉住了极想欢呼的她,吐露言语,对她说了羽翼般的话: “在心里欢喜吧,老妈妈,克制你自己,不要高声欢呼;在被杀者身上自夸是不虔敬的。
§22.412οὐχ ὁσίη κταμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι. §22.413τούσδε δὲ μοῖρʼ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα· §22.414οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων, §22.415οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο· §22.416τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
毁灭他们的是神明的命运和他们自己的恶行;因为他们不敬重地上的任何人,无论是恶人还是善人,只要来到他们中间;因而由于他们的放肆,他们遭逢了悲惨的命运。
§22.417ἀλλʼ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον, §22.418αἵ τέ μʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν.
但来吧,请你给我历数大厅里的妇人们,哪些人羞辱了我,哪些人是无罪的。
§22.419τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· §22.420τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
” 亲爱的乳母欧律克勒亚回答他说: “那么,我的孩子,我一定会对你说实话。
§22.421πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες §22.422δμῳαί, τὰς μέν τʼ ἔργα διδάξαμεν ἐργάζεσθαι, §22.423εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι· §22.424τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν, §22.425οὔτʼ ἐμὲ τίουσαι οὔτʼ αὐτὴν Πηνελόπειαν.
你的大厅里有五十名妇人做女仆,我们教过她们做活,梳理羊毛和忍受奴役;在她们之中,总共有十二个人走上了无耻的道路,既不敬重我,也不敬重佩内洛佩娅本人。
而特勒马科斯只是刚刚长大,他的母亲还不允许他管辖女仆们。
§22.428ἀλλʼ ἄγʼ ἐγὼν ἀναβᾶσʼ ὑπερώϊα σιγαλόεντα
但来吧,让我走上安静的上房……”