Humanitext Reader

荷马 · 奥德赛 §22.285-22.356

求婚者们的覆灭与费米奥斯获救

第 158 段,共 173 段 · 希腊语

内容简介

雅典娜高举埃癸斯令求婚者陷入恐慌,奥德修斯一行乘胜追击,将其成群斩杀。献祭占卜者雷奥德斯乞求宽恕却被斩首,而歌手费米奥斯则在特勒马科斯的劝说下得以幸免。

§22.285Κτήσιππον δʼ ἄρʼ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ §22.286βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα· §22.287ὦ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπαν §22.288εἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσιν §22.289μῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
那时,放牛的人击中了克特希波斯,击中了他的胸膛,并得意地对他说道: “哦,聚瑟塞斯之子,好嘲弄人者,切勿完全屈从于愚妄而大言不惭,反而当将言语托付给神明,因为神明实是强盛得多。
§22.290τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτʼ ἔδωκας §22.291ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτʼ ἀλητεύοντι.
这份礼物是用来酬报那只牛蹄的,就是你先前送给神一样的奥德修斯、当他在大厅里乞讨时的那只脚。
§22.292ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος· αὐτὰρ Ὀδυσσεὺς §22.293οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ.
” 弯角牛的放牛人这样说道;然而奥德修斯在近战中用长枪刺中了达马斯托耳之子。
§22.294Τηλέμαχος δʼ Εὐηνορίδην Λειώκριτον οὖτα §22.295δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν· §22.296ἤριπε δὲ πρηνής, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.
特勒马科斯则刺中了埃埃诺尔之子雷奥克里托斯,用枪刺穿了他的肋腹中央,青铜枪尖透体而出;他脸朝下倒了下去,用整个额头撞击了地面。
§22.297δὴ τότʼ Ἀθηναίη φθισίμβροτον αἰγίδʼ ἀνέσχεν §22.298ὑψόθεν ἐξ ὀροφῆς· τῶν δὲ φρένες ἐπτοίηθεν.
就在那时,雅典娜高高地举起了那面毁灭凡人的埃癸斯,悬在屋顶的高处;而求婚者们的魂魄尽皆飞散。
§22.299οἱ δʼ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι· §22.300τὰς μέν τʼ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν §22.301ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται.
他们在殿堂中奔逃,好似成群的牛,在春天的季节里,当白昼变得漫长之时,受到飞窜的牛虻袭击,因而惊扰奔逸。
§22.302οἱ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι, §22.303ἐξ ὀρέων ἐλθόντες ἐπʼ ὀρνίθεσσι θόρωσι· §22.304ταὶ μέν τʼ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται, §22.305οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ §22.306γίγνεται οὐδὲ φυγή· χαίρουσι δέ τʼ ἀνέρες ἄγρῃ· §22.307ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα §22.308τύπτον ἐπιστροφάδην· τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς §22.309κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦε.
而他们又如同钩爪弯喙的兀鹰,从山中飞来,猛扑向小鸟;小鸟们在平原上飞翔,畏缩在云层之下,兀鹰则扑上去将它们杀死,既无力抵抗,也无从逃遁;而猎人们则为此猎获感到欣喜;同样地,他们冲向殿堂里的求婚者们,纵横劈杀;随着头颅被击碎,惨不忍睹的呻吟声四起,整个地面都因鲜血而沸腾。
§22.310Λειώδης δʼ Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων, §22.311καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα· §22.312γουνοῦμαί σʼ, Ὀδυσεῦ·
雷奥德斯跑上前去,抱住了奥德修斯的双膝,向他哀求,吐露羽翼般的言语: “奥德修斯啊,我恳求你;请你尊重我并怜悯我。
σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον· §22.313οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν §22.314εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον· ἀλλὰ καὶ ἄλλους §22.315παύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι.
因为我声称,在这大厅里的妇女中,我从未对任何人说过或做过任何放肆的事;反而我曾劝阻其他求婚者,无论谁人做出这等恶行。
§22.316ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι· §22.317τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
但他们不听从我、不肯罢手作恶;因而由于他们的放肆,他们遭逢了悲惨的命运。
§22.318αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς §22.319κείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθʼ εὐεργέων·
而我,作为他们之中的献祭占卜者,虽无半分恶行,亦将倒下,足见日后对善行全无感激。
§22.320τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· §22.321εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι, §22.322πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι §22.323τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι, §22.324σοὶ δʼ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι· §22.325τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα.
” 智谋多端的奥德修斯狠狠地瞪着他,说道: “如果你确实自诩为他们之中的献祭占卜者,想必你曾多次在大厅中祈祷,让我想想甜蜜归途的终点变得遥遥无期,好让你能抱得我的爱妻、为你生育儿女;因而你决不能逃脱这痛苦的死亡。
§22.326ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ §22.327κείμενον, ὅ ῥʼ Ἀγέλαος ἀποπροέηκε χαμᾶζε §22.328κτεινόμενος· τῷ τόν γε κατʼ αὐχένα μέσσον ἔλασσε.
” 他这样说着,用粗壮的手抓起了一把剑,那是阿格劳斯在被杀时掉落在地上的;他用这把剑砍中了雷奥德斯的脖颈中央。
§22.329φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
当他还在吐露言语时,他的头颅已混入尘土之中。
§22.330Τερπιάδης δʼ ἔτʼ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν, §22.331Φήμιος, ὅς ῥʼ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ.
然而歌手,德尔皮奥斯之子费米奥斯,仍在设法逃脱黑色的死劫,即费米奥斯,他是被迫在求婚者中歌唱的。
§22.332ἔστη δʼ ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν §22.333ἄγχι παρʼ ὀρσοθύρην· δίχα δὲ φρεσὶ μερμήριζεν, §22.334ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν §22.335ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθʼ ἄρα πολλὰ §22.336Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρίʼ ἔκηαν, §22.337ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.
他手里拿着那把声音清脆的里拉琴,站在边门附近;心里犹豫不决,思量着两条道路:是要走出大厅,坐到伟大的护宅宙斯的祭坛旁,昔日拉埃尔特斯和奥德修斯曾在那上面焚烧过许多公牛的股骨,还是应当冲上前去,抱住奥德修斯的双膝乞求。
§22.338ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι, §22.339γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.
苦思冥想之下,他觉得这条路更为有利:那就是去抱住拉埃尔特斯之子奥德修斯的双膝。
§22.340ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε §22.341μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου, §22.342αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσαΐξας λάβε γούνων, §22.343καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα· §22.344γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
于是他把那把中空的里拉琴放在地上,介于混酒器和银钉椅子之间,而他自己则冲上前去,抱住了奥德修斯的双膝,向他哀求,吐露羽翼般的言语: “奥德修斯啊,我恳求你;请你尊重我并怜悯我。
§22.345αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν §22.346πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω.
日后你自己也会感到痛苦,如果你杀死了为神明和人类歌唱的歌手。
§22.347αὐτοδίδακτος δʼ εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας §22.348παντοίας ἐνέφυσεν· ἔοικα δέ τοι παραείδειν §22.349ὥς τε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι.
我是自学成才的,神明在我的心中植入了各种歌谣的途径;我适合在你面前歌唱,像为神明歌唱那样;因此不要渴望割断我的喉咙。
§22.350καί κεν Τηλέμαχος τάδε γʼ εἴποι, σὸς φίλος υἱός, §22.351ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων §22.352πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας, §22.353ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.
你的亲爱的儿子特勒马科斯也会说明这一点,我绝非自愿或因贪图什么才来到你的宅邸,在求婚者们宴饮之后为他们歌唱,而是他们人多势众且更加强大,强行将我掳来。
§22.354ὣς φάτο, τοῦ δʼ ἤκουσʼ ἱερὴ ἲς Τηλεμάχοιο, §22.355αἶψα δʼ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα· §22.356ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ·
” 他这样说,而特勒马科斯那神圣的力量听见了他的话,立刻对就在近旁的父亲说道: “住手,千万不要用青铜伤害这个无罪的人。 ”

词汇与语法注释

  1. 22.288ἐπιτρέψαι — 命令不定式(infinitive of command)。在288句中伴有现在分词“εἴκων”(意为“屈从”)的否定命令“εἴκων ... μή ... μέγα εἰπεῖν”之后,跟在“ἀλλά”后面表示肯定的命令“(反而应当)托付”。
  2. 22.315ῥέζοι — 现在希求式。由于主句动词为表示反复的未完成过去式“παύεσκον”(我常劝阻),关系从句中的希求式表示过去反复发生或泛指的行为(表示“每当有人做出这等事时”)。
  3. 22.322μέλλεις ἀρήμεναι — “μέλλω”接不定式,表示对过去的盖然性或强烈推测:“你当时想必曾(如此)祈祷”。
  4. 22.333ἵζοιτο — 熟虑希求式(deliberative optative)。由表示思量的动词“μερμήριζεν”(犹豫不决)引导,在间接疑问句中表示两难的选择(“是应当坐下……还是应当乞求”),与337句中的“λίσσοιτο”相呼应。
  5. 22.348παραείδειν — 受“ἔοικα”(适合、适宜)引导的不定式。与格“τοι”(对你)修饰“παραείδειν”。

引用这一段

荷马, 奥德赛 §22.285-22.356. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:22.285-22.356

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。