§21.76καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων, §21.77τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα §21.78κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο, §21.79τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
并一箭射穿这全部十二把斧头的人,我便将与他同行,离开这所我正室丈夫的、极为美丽且充满生活资财的府邸;我想,即便是在梦中,我也定会常常回忆起它。
§21.80ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν, §21.81τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.
” 她这样说着,随即便命令高贵的猪倌尤迈俄斯,将弓和灰色的铁置于求婚者们面前。
§21.82δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε· §21.83κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος.
尤迈俄斯流着泪接过来放好;另一边的牛倌见到了主人的弓,也落下了眼泪。
§21.84Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· §21.85νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,
安提诺乌斯则斥责他们,开口说道: “愚蠢的乡巴佬,只顾眼前的糊涂虫!
啊,可怜的人,你们现在为何流泪,去扰乱这位妇人胸中的心境?
ᾗ τε καὶ ἄλλως §21.88κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην.
她的心本就处于哀痛之中,因为她失去了亲爱的丈夫。
§21.89ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε §21.90κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε, §21.91μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω §21.92ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.
你们不如安静地坐下吃喝,或者去到门外痛哭,把这张弓留在这里,作为求婚者们一项决一雌雄的竞技;因为我不认为这张精磨的弓能够被轻易拉开。
§21.93οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν §21.94οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα, §21.95καὶ γὰρ μνήμων εἰμί, πάϊς δʼ ἔτι νήπιος ἦα.
因为在所有这些人中,没有一个男子能像昔日的奥德修斯那样;我自己曾亲眼见过他,至今我还记得,虽然那时我还只是个年幼的孩子。
§21.96ὣς φάτο, τῷ δʼ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει §21.97νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου.
” 他这样说,但他的心中却期望着自己能拉开弓弦并射穿铁斧。
§21.98ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν §21.99ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότʼ ἀτίμα §21.100ἥμενος ἐν μεγάροις, ἐπὶ δʼ ὤρνυε πάντας ἑταίρους.
然而,他注定要成为第一个尝到矢弹滋味的人,那矢弹来自无瑕的奥德修斯之手;正是他,当时坐在大殿里侮辱奥德修斯,并煽动所有的同伴。
§21.101τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο· §21.102ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·
随后,特勒马科斯那神圣的力量对他们说道: “天哪,克罗诺斯之子宙斯真让我变得彻底糊涂了。
§21.103μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα, §21.104ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα· §21.105αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.
我亲爱的母亲,尽管她如此聪慧,却对我说她将跟随他人,离开这所宅邸;而我却在愚蠢的心中发笑,并感到欢喜。
§21.106ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον, §21.107οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν, §21.108οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης· §21.109οὔτʼ αὐτῆς Ἰθάκης οὔτʼ ἠπείροιο μελαίνης· §21.110καὶ δʼ αὐτοὶ τόδε γʼ ἴστε· τί με χρὴ μητέρος αἴνου;
来吧,求婚者们,既然这场竞技已展现出来—— 这样一位妇人,如今在整个阿开亚的大地上再也找不出第二位,无论是在神圣的皮洛斯、阿尔戈斯,还是在迈锡尼,抑或是在伊萨卡本身,或是在黑暗的大陆上;你们自己也知道这一点;我又何必亲自赞美母亲?
来吧,不要用借口拖延,也不要再迟迟不肯拉弓试炼,让我们看个究竟。
§21.113καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην· §21.114εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου, §21.115οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ §21.116λείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην §21.117οἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι.
我自己也想试一试这张弓;如果我能拉开它并射穿铁斧,我那尊贵的母亲便不会在我悲伤时离开这所府邸,与他人同行,而我则会被留在身后,作为一个如今有能力承袭父亲那精美奖掖的人。
” 他说完,便从肩上脱下了红色的斗篷,挺身跃起,并从肩头解下了锐利的佩剑。
§21.120πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας §21.121πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν, §21.122ἀμφὶ δὲ γαῖαν ἔναξε·
他首先安插了那些斧头,挖了一条贯穿所有斧头的一长条深沟,并用墨线校正,并在四周将土拍实。
τάφος δʼ ἕλε πάντας ἰδόντας, §21.123ὡς εὐκόσμως στῆσε· πάρος δʼ οὐ πώ ποτʼ ὀπώπει.
看见的人无不感到惊异,惊异于他竟安插得如此整齐,尽管他以前从未见过。
§21.124στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.
随后,他走上前站在门槛上,开始试弓。
§21.125τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων, §21.126τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ, §21.127νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.
他三次拉动它,渴望将其拽满,三次他又松了劲,但心中仍期望着能拉开弓弦并射穿铁斧。
§21.128καί νύ κε δή ῥʼ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων, §21.129ἀλλʼ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.
就在第四次使劲拉起、几乎就要将它拉开时,奥德修斯向他示意否定,阻止了正欲尝试的他。
§21.130τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο· §21.131ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τʼ ἔσομαι καὶ ἄκικυς, §21.132ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα §21.133ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.
特勒马科斯那神圣的力量再次对他们说道: “天哪,难道我今后注定要成为一个懦弱无能的人,还是因为我还太年轻,还不曾信任自己的双手能在别人首先挑衅我时将其击退?
§21.134ἀλλʼ ἄγεθʼ, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε, §21.135τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον.
那么来吧,你们这些力量胜过我的人,试一试这张弓,让我们结束这场竞技。
§21.136ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε, §21.137κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν, §21.138αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ, §21.139ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
” 说完,他将弓从身上放落到地上,将其靠在打磨光滑、拼接紧密的门板上,并在旁边将锐利的箭靠在美丽的门把手旁,随后又坐回了他刚刚站起的那张椅子上。
§21.140τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· §21.141ὄρνυσθʼ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι, §21.142ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει.
此时,安提诺乌斯对他们开口说道,他是欧庇特斯之子: “同伴们,大家按从左到右的顺序依次站起来,从那个斟酒的地方开始。
§21.143ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
” 安提诺乌斯这样说,这个提议让他们十分赞同。