Humanitext Reader

荷马 · 奥德赛 §21.1-21.75

取出奥德修斯之弓与提出拉弓比赛

第 148 段,共 173 段 · 希腊语

内容简介

在雅典娜的启示下,佩涅罗佩从宝物库中取出奥德修斯留下的强弓,并向求婚者们提议进行拉弓比赛。

§21.1τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη, §21.2κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ, §21.3τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον §21.4ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.
这时,闪眸女神雅典娜将一个想法放入了伊卡里奥斯的女儿、贤明的佩涅罗佩的脑海中,让她把弓和灰色的铁放在求婚者们面前,在奥德修斯的府邸中,作为比赛的开始,也是屠杀的开端。
§21.5κλίμακα δʼ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο, §21.6εἵλετο δὲ κληῗδʼ εὐκαμπέα χειρὶ παχείῃ §21.7καλὴν χαλκείην· κώπη δʼ ἐλέφαντος ἐπῆεν.
她登上了自己家中的高大台阶,用她丰满的手拿起了那把弯曲的、美丽的青铜钥匙,钥匙上附着象牙的把手。
§21.8βῆ δʼ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν §21.9ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος, §21.10χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.
她和侍女们一起走向最深处的宝物库,那里存放着主人的财宝,青铜、黄金,以及费尽心力锻造的铁。
§21.11ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη §21.12ἰοδόκος, πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί,
那里放着那张反弯的强弓和装矢的箭筒,里面有许多令人痛苦叹息的箭。
§21.13δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας §21.14Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.
那是他在拉刻代蒙相遇时,一位客人送给他的礼物,也就是像不死神明一样的、埃乌里托斯之子伊皮托斯。
§21.15τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν §21.16οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος.
他们两人是在梅塞内相遇的,在思虑聪慧的奥尔提洛科斯的家中。
ἦ τοι Ὀδυσσεὺς §21.17ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε· §21.18μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν §21.19νηυσὶ πολυκλήϊσι τριηκόσιʼ ἠδὲ νομῆας.
实际上,奥德修斯是为了追讨一笔债务而去的,那是所有的人民都欠他的;因为梅塞内的男人们用多桨的船从伊萨卡掠走了三百只羊,连同牧羊人一并抢走。
§21.20τῶν ἕνεκʼ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς §21.21παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.
为了这些,奥德修斯踏上了遥远的使者之路,尽管当时他还是个年轻小伙;因为他的父亲和其他长者们派遣了他。
§21.22Ἴφιτος αὖθʼ ἵππους διζήμενος, αἵ οἱ ὄλοντο §21.23δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοί· §21.24αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο, §21.25ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον, §21.26φῶθʼ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,
而伊皮托斯当时则在寻找他丢失的十二匹母马,以及它们带动的辛勤工作的骡子;这些马儿后来真的成了他的死因和命运,当他来到宙斯那刚毅心肠的儿子,大工作者、赫拉克勒斯身边时。
§21.27ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ, §21.28σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατʼ οὐδὲ τράπεζαν, §21.29τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν, §21.30ἵππους δʼ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.
尽管伊皮托斯是客人,赫拉克勒斯却在自己的家中将他杀害,这个无情的人,既不敬畏神明的惩罚,也不尊重自己为他摆上的食桌;然后杀害了客人的身体,自己则把那铁蹄的骏马留在府邸之中。
§21.31τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,
伊皮托斯在寻找这些马时与奥德修斯相遇,并把弓送给了他。
§21.32τὸ πρὶν μέν ῥʼ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ §21.33κάλλιπʼ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι.
这弓昔日由伟大的埃乌里托斯所佩带,而在他临死时,他在高大的殿宇中将其留给了儿子。
§21.34τῷ δʼ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν, §21.35ἀρχὴν ξεινοσύνης προσκηδέος·
奥德修斯则送给他一把锋利的剑和一支强力的矛,作为深厚待客情谊的开始。
οὐδὲ τραπέζῃ §21.36γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν §21.37Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν, §21.38ὅς οἱ τόξον ἔδωκε.
但在食桌上他们并没能共同宴饮以深交;因为在此之前,宙斯之子杀害了埃乌里托斯之子、像不死神明一样的伊皮托斯,也就是把弓送给奥德修斯的人。
τὸ δʼ οὔ ποτε δῖος Ὀδυσσεὺς §21.39ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν §21.40ᾑρεῖτʼ, ἀλλʼ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο §21.41κέσκετʼ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.
那张弓,高贵的奥德修斯在乘坐黑色战船去往战场时,从未带走过,而是将其作为心爱客人的纪念,珍藏在自己的大殿中,只有在自己的土地上时他才佩带它。
§21.42ἡ δʼ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν §21.43οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων §21.44ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν, §21.45ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δʼ ἐπέθηκε φαεινάς, §21.46αὐτίκʼ ἄρʼ ἥ γʼ ἱμάντα θοῶς ἀπέλυσε κορώνης, §21.47ἐν δὲ κληῗδʼ ἧκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆας §21.48ἄντα τιτυσκομένη· τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος §21.49βοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετρα §21.50πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα.
当这位高贵的妇人来到那个房间,并踩上那橡木的门槛时,这门槛昔日由木匠熟练地刨光并用测量线拉直,并在其中安上门框,装上闪亮的房门,她随即迅速解开了门环上的带子,把钥匙插进去,瞄准方向,顶开了房门的门闩;门扉发出了像是在牧场上吃草的公牛般的巨响;这美丽的门扉被钥匙撞击时,发出了如此剧烈的轰鸣,并迅速在她面前敞开。
§21.51ἡ δʼ ἄρʼ ἐφʼ ὑψηλῆς σανίδος βῆ·
她踏上了高处的木板台。
ἔνθα δὲ χηλοὶ §21.52ἕστασαν, ἐν δʼ ἄρα τῇσι θυώδεα εἵματʼ ἔκειτο.
那里放着箱柜,里面装有香气四溢的衣物。
§21.53ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον §21.54αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.
她从那里伸手从钉子上取下了弓,连同包裹着它的闪亮的弓袋。
§21.55ἑζομένη δὲ κατʼ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα, §21.56κλαῖε μάλα λιγέως, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος.
她就地坐下,把它放在自己亲爱的膝盖上,大声地哭泣起来,并取出了主人的这张弓。
§21.57ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο, §21.58βῆ ῥʼ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς §21.59τόξον ἔχουσʼ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην §21.60ἰοδόκον· πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί.
在她终于满足了满是泪水的悲痛哭泣之后,她走向大殿去见那些高傲的求婚者,手里拿着那张反弯的强弓和装矢的箭筒,里面有许多令人痛苦叹息的箭。
§21.61τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος §21.62κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.
侍女们和她一起搬着那个箱子,里面放着许多铁和青铜,是主人的比赛奖品。
§21.63ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, §21.64στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, §21.65ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα. §21.66ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
当这位高贵的妇人来到求婚者们面前,她站在建造精固的屋顶支柱旁,在双颊前拉起亮丽的面纱;一位忠实的侍女分别侍立在她两旁。
§21.67αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον· §21.68κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα §21.69ἐχράετʼ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ §21.70ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην §21.71μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε, §21.72ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.
她随即对求婚者们发言并说: “请听我说,高傲的求婚者们,你们把这个家作为不断吃喝的场所,永远没完没了,在主人长期离家的情况下;而你们却无法为你们的拖延制造任何其他的借口,除了你们急切地想娶我并把我纳为妻子。
§21.73ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον. §21.74θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο· §21.75ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
但是来吧,求婚者们,既然这场比赛已经摆在面前;因为我将拿出神圣奥德修斯的大弓;谁能用双手最轻易地拉开这弓,

词汇与语法注释

  1. 21.4ἀέθλια καὶ φόνου ἀρχήν — 名词 "ἀέθλια"(比赛)和 "ἀρχήν"(开端)与前面的不定式从句 "τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον"(把弓和灰色的铁放在求婚者们面前)作同格语,用以表示该行动的目的或结果。
  2. 21.13δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας — "τυχήσας" 是动词 "τυγχάνω" 的不定过去时主动分词主格单数,修饰主语 "Ἴφιτος",表示时间(当相遇时)。"τά" 作为关系代名词,先行词为 "δῶρα"。
  3. 21.20τῶν ἕνεκʼ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν — "ἐξεσίην" 是名词 "ἐξεσίη"(使者、使节)的单数宾格,用作不及物动词 "ἦλθεν"(去)的同源宾格,表示旅途的目的(“作为使者”)。
  4. 21.35γνώτην ἀλλήλων — 双数形动词 "γνώτην"(第三人称双数不定过去时主动)表明主语为奥德修斯和伊皮托斯这两人。
  5. 21.71μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε — "ἐπισχεσίην"(借口、拖延)是不定式 "ποιήσασθαι"(制造、设立)的宾语,"μύθου"(言辞的)是修饰 "ἐπισχεσίην" 的属格,意为“(你们无法)为言语拖延制造任何其他借口”。

引用这一段

荷马, 奥德赛 §21.1-21.75. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:21.1-21.75

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。