Humanitext Reader

荷马 · 奥德赛 §20.328-20.394

求婚人的狂笑与特奥克吕梅诺斯的预言

第 147 段,共 173 段 · 希腊语

内容简介

阿格劳斯敦促特勒马科斯让母亲改嫁,特勒马科斯回答称绝不强迫母亲。雅典娜使求婚者们陷入疯狂而怪异的大笑中,特奥克吕梅诺斯预言了他们即将面临的血腥毁灭后离去。

§20.328ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει §20.329νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε, §20.330τόφρʼ οὔ τις νέμεσις μενέμεν τʼ ἦν ἰσχέμεναί τε §20.331μνηστῆρας κατὰ δώματʼ, ἐπεὶ τόδε κέρδιον ἦεν, §20.332εἰ νόστησʼ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα·
“只要你们胸中的心还在期盼聪慧的奥德修斯能回到他自己的家园,那么等待并把求婚者们留在大殿里就无可指责,因为这更好,倘若奥德修斯真的归来并回到了他的家里。
§20.333νῦν δʼ ἤδη τόδε δῆλον, ὅ τʼ οὐκέτι νόστιμός ἐστιν.
但现在这已显而易见,他已不再能够归来。
§20.334ἀλλʼ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον, §20.335γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν, §20.336ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι, §20.337ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ.
来吧,坐在你母亲身旁对她说这些,让她嫁给那最优秀的、提供最多聘礼的男子,这样你就可以高兴地管理你父亲的所有遗产,尽情吃喝,而她则去操持他人的家。
§20.338τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §20.339οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο, §20.340ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται, §20.341οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω §20.342γήμασθʼ ᾧ κʼ ἐθέλῃ, ποτὶ δʼ ἄσπετα δῶρα δίδωμι.
” 聪慧的特勒马科斯于是回答他说: “不,阿格劳斯,凭宙斯起誓,也凭我父亲的苦难起誓,他或许在远离伊萨卡的某处已经死去,或者正在漂泊,我绝不拖延母亲的婚事,而是催促她嫁给任何她想嫁的人,而且我还提供数不清的礼物。
§20.343αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι §20.344μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν.
但我羞于用强迫的言词把违背她心愿的母亲赶出大殿;愿神不要让这事发生。
§20.345ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη §20.346ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.
” 特勒马科斯这样说着;而帕拉斯·雅典娜在求婚者中激起了无法遏制的狂笑,并让他们神志不清。
§20.347οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν, §20.348αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων §20.349δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός.
此时他们用不属于自己的颌骨大笑,并且吃着染满鲜血的肉;而他们的双眼溢满了泪水,他们的心灵预感到了哀哭。
§20.350τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής· §20.351ἆ δειλοί, τί κακὸν τόδε πάσχετε;
他们中神明般的特奥克吕梅诺斯也开口说道: “啊,可怜的人们,你们正在遭受什么灾难?
νυκτὶ μὲν ὑμέων §20.352εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.
你们的头部、脸部以及下面的双膝都被黑夜笼罩。
§20.353οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί, §20.354αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι· §20.355εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή, §20.356ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ §20.357οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς.
哭号已经燃起,双颊已被泪水浸湿,墙壁和美丽的梁柱都溅满了鲜血;门廊里挤满了幽灵,中庭里也挤满了幽灵,急急忙忙在黑暗下走向厄瑞玻斯;太阳已从天空中消失,不祥的阴霾已笼罩一切。
§20.358ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.
” 他这样说着,而他们都对他发出快意的嘲笑。
§20.359τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν· §20.360ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.
他们中波吕波斯之子欧律马科斯率先发言: “这个刚从外地来的客人疯了。
§20.361ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε §20.362εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει.
青年们,赶快把他送出大门,让他去广场吧,因为他把这里比作黑夜。
§20.363τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής· §20.364Εὐρύμαχʼ, οὔ τί σʼ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν· §20.365εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω §20.366καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής.
” 神明般的特奥克吕梅诺斯接着对他说: “欧律马科斯,我不用你为我派随行向导;我有双眼、双耳和双脚,胸中还有一颗健全、毫无缺陷的心。
§20.367τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν §20.368ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδʼ ἀλέαιτο §20.369μνηστήρων, οἳ δῶμα κάτʼ ἀντιθέου Ὀδυσῆος §20.370ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.
我将带着这些走出门外,因为我预感到灾难正向你们袭来,求婚者中谁也无法逃避或闪躲,你们在神圣奥德修斯的府邸里侮辱他人,图谋着肆无忌惮的恶行。
§20.371ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων, §20.372ἵκετο δʼ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο.
” 话音刚落,他便走出了建造精美的大殿,来到佩赖乌斯那里,后者热诚地接待了他。
§20.373μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες §20.374Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες· §20.375ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· §20.376Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος· §20.377οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην, §20.378σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων §20.379ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης.
所有的求婚者于是互相面面相觑,嘲笑他的客人们以激怒特勒马科斯;傲慢的青年中有人这样说道: “特勒马科斯,没有谁比你更不走运于客人的了;你看你留着的这个讨人嫌的流浪汉是什么人,只知道要面包和酒,既不会干活,又没有力气,简直是大地的累赘。
§20.380ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.
还有这另一个家伙,居然站起来装神弄鬼地预言。
§20.381ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη· §20.382τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες §20.383ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι.
但如果你能听我的话,那要好得多;让我们把这些客人扔进多桨的船里,送到西西里人那里去,在那里他们能为你卖个好价钱。
§20.384ὣς ἔφασαν μνηστῆρες· ὁ δʼ οὐκ ἐμπάζετο μύθων, §20.385ἀλλʼ ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί, §20.386ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει.
” 求婚者们这样说着;但他根本不理会这些话,而是默默地注视着父亲,时刻等待着他向无耻的求婚者们动手的时刻。
§20.387ἡ δὲ κατʼ ἄντηστιν θεμένη περικαλλέα δίφρον §20.388κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια, §20.389ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν.
而那坐在对面的美丽椅子上的、伊卡里奥斯的女儿、贤明的佩涅罗佩,听着大殿里每个男人的说话。
§20.390δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο §20.391ἡδὺ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλʼ ἱέρευσαν· §20.392δόρπου δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο, §20.393οἷον δὴ τάχʼ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ §20.394θησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο.
因为他们一边笑着,一边准备了一顿丰盛而合意的午餐,因为他们宰杀了极多的牲畜;但绝不会有比那更令人不快的晚餐了,即女神和那位强壮的男子即将为他们准备的晚餐;因为求婚者们首先图谋了不体面的恶行。 ”

词汇与语法注释

  1. §20.330μενέμεν τʼ ἦν ἰσχέμεναί τε — 不定式 μενέμεν(停留)和 ἰσχέμεναί(阻止)作为无人称句 οὔ τις νέμεσις ἦν(绝非可指责之事)的主语。μνηστῆρας 既是 ἰσχέμεναί 的直接宾语,同时也是 μενέμεν 的逻辑主语(宾格定语)。
  2. §20.347γναθμοῖσι γελοίων ἀλλοτρίοισιν — 直译为“用他人的颌骨大笑”。这是一个惯用表达,描写被雅典娜剥夺理智的求婚者们,违背自身意志、如同身体不属于自己一般怪异且歇斯底里地大笑的状态。
  3. §20.392δόρπου — 作为比较属格,由比较级形容词 ἀχαρίστερον(更不愉快的)所支配。随后的关系从句 οἷον δὴ...(正如……的晚餐)与之构成同位语关系,预示着求婚者们最后的“晚餐”对他们而言将是毁灭性的。

引用这一段

荷马, 奥德赛 §20.328-20.394. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:20.328-20.394

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。