Humanitext Reader

荷马 · 奥德赛 §20.1-20.64

奥德修斯的怒火与佩涅洛佩的悲祷

第 142 段,共 173 段 · 希腊语

内容简介

奥德修斯在门廊里躺着,一边为向求婚者复仇而焦虑,一边对不忠的女仆们感到愤怒。雅典娜现身安慰他并使他入睡,而醒来的佩涅洛佩则哀叹自己的命运,向阿耳忒弥斯祈求死亡。

§20.1αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς·
然而高贵的奥德修斯在门廊里安歇。
§20.2κὰμ μὲν ἀδέψητον βοέην στόρεσʼ, αὐτὰρ ὕπερθε §20.3κώεα πόλλʼ ὀΐων, τοὺς ἱρεύεσκον Ἀχαιοί· §20.4Εὐρυνόμη δʼ ἄρʼ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι.
他铺下一张未经鞣制的牛皮,在其上面铺了许多阿开亚人常祭祀用的绵羊皮;埃乌律诺墨在他躺下后,在上面盖了一件大氅。
§20.5ἔνθʼ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ §20.6κεῖτʼ ἐγρηγορόων· ταὶ δʼ ἐκ μεγάροιο γυναῖκες §20.7ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ, §20.8ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι.
在那里,奥德修斯在心中对求婚者们图谋着灾祸,醒着躺着;而女人们走出了殿堂,就是那些先前常与求婚者们厮混的女人,她们互相嬉笑,寻欢作乐。
§20.9τοῦ δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι· §20.10πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν, §20.11ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ, §20.12ἦ ἔτʼ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι §20.13ὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει.
他的心在胸膛里激荡;他在心中和灵魂里苦苦思索,是应当冲上前去给她们每一个人带来死亡,还是容许她们与傲慢的求婚者们再次厮混,作为最后的一次;他的内心在汪汪吠叫。
§20.14ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα §20.15ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι, §20.16ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα· §20.17στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· §20.18τέτλαθι δή, κραδίη·
正如一只母狗,守护在它柔弱的小狗身旁,见到陌生人便吠叫并准备搏斗一样,他的心也在胸膛里因她们的恶行而吠叫;他捶着胸膛,用言语斥责自己的心: “忍耐吧,我的心!
καὶ κύντερον ἄλλο ποτʼ ἔτλης. §20.19ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ §20.20ἰφθίμους ἑτάρους· σὺ δʼ ἐτόλμας, ὄφρα σε μῆτις §20.21ἐξάγαγʼ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι.
你曾经忍受过比这更可耻的事情,在那一天,当那狂暴无羁的库克罗普斯吞食我那勇猛的同伴时;你却忍受住了,直到计谋将你引出洞穴,而你原本以为自己必死无疑。
§20.22ὣς ἔφατʼ, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ· §20.23τῷ δὲ μάλʼ ἐν πείσῃ κραδίη μένε τετληυῖα §20.24νωλεμέως· ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα.
” 他这样说着,安抚着胸中的这颗心;他的心极其顺从地坚守着,耐心地毫不松懈;但他自己却翻来覆去。
§20.25ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο, §20.26ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα §20.27αἰόλλῃ, μάλα δʼ ὦκα λιλαίεται ὀπτηθῆναι, §20.28ὣς ἄρʼ ὅ γʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο, μερμηρίζων §20.29ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει §20.30μοῦνος ἐὼν πολέσι.
正如一个人在熊熊燃烧的大火旁,将一个装满油脂和血的胃袋翻来覆去,极巴望它快点烤熟,他就这样翻来覆去,苦苦思索如何对这些无耻的求婚者下手,以寡敌众。
σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη §20.31οὐρανόθεν καταβᾶσα· δέμας δʼ ἤϊκτο γυναικί· §20.32στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε· §20.33τίπτʼ αὖτʼ ἐγρήσσεις, πάντων περὶ κάμμορε φωτῶν;
这时,雅典娜来到了他的身边,从天而降;她的身形幻化成一个女子;她站在他的头顶上方,对他开口说道: “你为何又醒着,世上最不幸的人啊?
§20.34οἶκος μέν τοι ὅδʼ ἐστί, γυνὴ δέ τοι ἥδʼ ἐνὶ οἴκῳ §20.35καὶ, πάϊς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα.
这确实是你的家,你的妻子就在这屋里,还有你的孩子,正是人们所期盼拥有的那样的儿子。
§20.36τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §20.37ναὶ δὴ ταῦτά γε πάντα, θεά, κατὰ μοῖραν ἔειπες·
” 足智多谋的奥德修斯回答她道: “是的,女神,你所说的这一切确实都极其合宜。
§20.38ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει, §20.39ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω, §20.40μοῦνος ἐών· οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔασι.
但我胸中的心正在思索着这件事:我该如何对这些无耻的求婚者下手,我只有一个人,而他们却总是在屋里聚集成群。
§20.41πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω· §20.42εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι, §20.43πῆ κεν ὑπεκπροφύγοιμι;
而且,我心中还在思索着这件更为重大的事情:如果我在宙斯和你的意旨下杀死了他们,我又该逃往何处以求安全?
τά σε φράζεσθαι ἄνωγα.
我求你考虑一下这个问题。
§20.44τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· §20.45σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθʼ ἑταίρῳ,
” 闪亮眼睛的女神雅典娜回答他道: “固执的人啊!
§20.46ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν· §20.47αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω §20.48ἐν πάντεσσι πόνοις.
人们甚至会信赖一个较为懦弱的同伴,他仅仅是个凡人,也不懂那么多计谋;但我却是一位神明,在所有的艰难中始终守护着你。
ἐρέω δέ τοι ἐξαναφανδόν· §20.49εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων §20.50νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ, §20.51καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.
我明明白白地告诉你:即使有五十队口说人言的凡人军队把我们合围,渴望在战火中杀戮,你也同样能赶走他们的牛群和肥美的羊群。
§20.52ἀλλʼ ἑλέτω σε καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν §20.53πάννυχον ἐγρήσσοντα, κακῶν δʼ ὑποδύσεαι ἤδη.
但你也该入睡了;通宵达旦地醒着守夜也是一种痛苦,你很快就会摆脱这些灾祸了。
§20.54ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν ἔχευεν, §20.55αὐτὴ δʼ ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων.
” 她这样说着,将睡眠洒在他的眼皮上,而她自己,这位女神中的高贵者,又回到了奥林匹斯。
§20.56εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ, §20.57λυσιμελής, ἄλοχος δʼ ἄρʼ ἐπέγρετο κεδνὰ ἰδυῖα· §20.58κλαῖε δʼ ἄρʼ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν.
当睡眠捉住他,解开心中的忧虑,那消除疲劳的睡眠;他那聪慧的妻子醒了过来,她坐在柔软的床上哭泣。
§20.59αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν, §20.60Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν· §20.61Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι ἤδη §20.62ἰὸν ἐνὶ στήθεσσι βαλοῦσʼ ἐκ θυμὸν ἕλοιο §20.63αὐτίκα νῦν, ἢ ἔπειτα μʼ ἀναρπάξασα θύελλα §20.64οἴχοιτο προφέρουσα κατʼ ἠερόεντα κέλευθα,
当她从心底里哭够了之后,这位妇人中的高贵者首先向阿尔忒弥斯祈祷: “阿尔忒弥斯,尊贵的女神,宙斯之女,但愿你现在就能将箭射入我的胸膛,夺去我的生命,就在此时时刻;或者让暴风将我卷走,带我沿着阴暗的道路离去,

词汇与语法注释

  1. 20.11τεύξειεν... ἐῷ — 间接疑问句 `ἠὲ... ἦ...` 中,选择性的非定指从句并列了祈愿式 `τεύξειεν`(不定过去时祈愿式)与虚拟式 `ἐῷ`(现在时虚拟式)。在荷马史诗中,思虑和权衡的从句里虚拟式与祈愿式经常并用,反映出行动的迫切性或意志强度的微妙差异(是主动跃出杀戮,还是消极容许其发生)。
  2. 20.25ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ... αἰόλλῃ — 在由 `ὡς δʼ ὅτε` 引导的直喻从句中,使用了不带语气词 `ἄν`(或 `κέ`)的虚拟式 `αἰόλλῃ`。在荷马史诗的直喻中,常以这种不带语气词的虚拟式来表达一种普遍、反复发生的典型情境。
  3. 20.42εἴ περ γὰρ κτείναιμι... πῆ κεν ὑπεκπροφύγοιμι — 这是一个潜在(或假定)条件句结构,条件从句使用祈愿式(`εἴ περ... κτείναιμι`),主句使用 `κεν` 搭配祈愿式(`πῆ κ源于 20.43: κεν ὑπεκπροφύγοιμι`)。奥德修斯借由此潜在表达向雅典娜吐露了他对未来的现实担忧:即使在神力帮助下杀死了求婚者,事后又该如何逃脱他们亲族的复仇?

引用这一段

荷马, 奥德赛 §20.1-20.64. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:20.1-20.64

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。