Humanitext Reader

荷马 · 奥德赛 §20.130-20.194

特勒马科斯的询问与牧人们来到王宫

第 144 段,共 173 段 · 希腊语

内容简介

特勒马科斯向乳母埃乌律克勒亚询问客人的待遇,乳母解释说客人自己坚持睡在简陋的牛皮上。随后,在仆人们准备节日宴席时,猪倌艾乌麦奥斯、牧山羊人梅兰希奥斯和牛倌菲洛伊提奥斯相继来到殿堂,并与伪装的奥德修斯接触。

§20.130εὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής;
“用床铺和食物? 还是他就那样躺着,没人照料?
§20.131τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα· §20.132ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων §20.133χείρονα, τὸν δέ τʼ ἀρείονʼ ἀτιμήσασʼ ἀποπέμπει.
” “因为我的母亲就是这样的人,尽管她很聪明;她反复无常地敬重凡人中较差的一个,却把较好的那一个不加敬重地打发走。
§20.134τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια· §20.135οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο.
” 贤明的埃乌律克勒亚回答他道: “孩子啊,现在你可不要责怪无辜的她。
§20.136οἶνον μὲν γὰρ πῖνε καθήμενος, ὄφρʼ ἔθελʼ αὐτός, §20.137σίτου δʼ οὐκέτʼ ἔφη πεινήμεναι· εἴρετο γάρ μιν.
因为他坐着喝酒,直到他自己满意,至于食物,他说自己不再饿了;因为她问过他。
§20.138ἀλλʼ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο, §20.139ἡ μὲν δέμνιʼ ἄνωγεν ὑποστορέσαι δμῳῇσιν, §20.140αὐτὰρ ὅ γʼ, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος, §20.141οὐκ ἔθελʼ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν, §20.142ἀλλʼ ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν §20.143ἔδραθʼ ἐνὶ προδόμῳ· χλαῖναν δʼ ἐπιέσσαμεν ἡμεῖς.
但是,当他想到就寝和睡眠时,她命令女仆们铺好床铺,但他就像一个极其悲惨和不幸的人,不愿在床上和毛毯中入睡,却在未经生牛皮和绵羊皮上,在前厅里入睡;而我们为他盖上了大氅。
§20.144ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει §20.145ἔγχος ἔχων, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
” 她这样说着,特勒马科斯走出大殿,手里拿着枪,两只矫捷的猎犬跟随着他。
§20.146βῆ δʼ ἴμεν εἰς ἀγορὴν μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
他向着行装端整的阿开亚人的集会所走去。
§20.147ἡ δʼ αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν, §20.148Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο· §20.149ἀγρεῖθʼ, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι, §20.150ῥάσσατέ τʼ, ἔν τε θρόνοις εὐποιήτοισι τάπητας §20.151βάλλετε πορφυρέους· αἱ δὲ σπόγγοισι τραπέζας §20.152πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας §20.153καὶ δέπα ἀμφικύπελλα τετυγμένα· ταὶ δὲ μεθʼ ὕδωρ §20.154ἔρχεσθε κρήνηνδε, καὶ οἴσετε θᾶσσον ἰοῦσαι.
而那位高贵的妇人则再次召唤女仆们,埃乌律克勒亚,裴塞诺之子奥普斯的女儿: “快行动起来,你们中一些人要勤快地清扫大殿,洒上水,在制作精良的椅子上,铺上紫色的毯子;其他人用海绵把桌子全都擦拭干净,洗净混酒瓮和精制的双耳杯;另一些人去打水,前往泉水处,赶快把水打回来。
§20.155οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο, §20.156ἀλλὰ μάλʼ ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή.
因为求婚者不会长久离开大殿,而是大清早就会回来,因为今天是所有人的节日。
§20.157ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο.
” 她这样说着,女仆们认真听从并遵照执行。
§20.158αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον, §20.159αἱ δʼ αὐτοῦ κατὰ δώματʼ ἐπισταμένως πονέοντο.
二十个女仆前往流着黑水的泉源,其余的人留在屋里,熟练地干活。
§20.160ἐς δʼ ἦλθον δρηστῆρες Ἀχαιῶν.
这时,阿开亚人的男仆们进来了。
οἱ μὲν ἔπειτα §20.161εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες §20.162ἦλθον ἀπὸ κρήνης· ἐπὶ δέ σφισιν ἦλθε συβώτης §20.163τρεῖς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι.
他们随后熟练地把木柴劈好,而妇人们从泉边回来;随后猪倌也来到了他们这里,赶着三头肥猪,那是所有猪中最好的。
§20.164καὶ τοὺς μέν ῥʼ εἴασε καθʼ ἕρκεα καλὰ νέμεσθαι, §20.165αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα μειλιχίοισι· §20.166ξεῖνʼ, ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν, §20.167ἦέ σʼ ἀτιμάζουσι κατὰ μέγαρʼ, ὡς τὸ πάρος περ;
他放任这些猪在美丽的围栏里吃草,自己则用温和的话语对奥德修斯说道: “客人,阿开亚人对你有比以前更看重些吗,还是像以前那样,在殿堂里轻慢你?
§20.168τὸν δʼ ἀπαμειβόμενος προσέφη πολυμήτις Ὀδυσσεύς· §20.169αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τισαίατο λώβην, §20.170ἣν οἵδʼ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται §20.171οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδʼ αἰδοῦς μοῖραν ἔχουσιν.
” 足智多谋的奥德修斯回答他说道: “艾乌麦奥斯啊,但愿神明惩罚这些无耻之徒,他们在别人的屋子里狂妄地筹划这些恶事,连一点羞耻心都没有。
§20.172ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, §20.173ἀγχίμολον δέ σφʼ ἦλθε Μελάνθιος, αἰπόλος αἰγῶν.
” 他们正这样互相交谈着,牧山羊人梅兰希奥斯走近了他们。
§20.174αἶγας ἄγων αἳ πᾶσι μετέρεπον αἰπολίοισι, §20.175δεῖπνον μνηστήρεσσι. δύω δʼ ἅμʼ ἕποντο νομῆες.
赶着在所有山羊群里最出众的羊,作为求婚者们的餐食;还有两个牧人跟手一起来。
§20.176καὶ τὰς μὲν κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ, §20.177αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα κερτομίοισι· §20.178ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις κατὰ δῶμα §20.179ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε;
他把山羊拴在回声隆隆的走廊下,自己则用嘲讽的话语对奥德修斯说道: “客人,你现在还要在屋里招人烦吗,向人们讨要东西? 你难道不滚到门外去吗?
§20.180πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐω §20.181πρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον §20.182αἰτίζεις· εἰσὶν δὲ καὶ ἄλλαι δαῖτες Ἀχαιῶν.
我看我们俩绝不能不解决问题在尝到拳头之前,因为你乞讨得太不体面;阿开亚人的宴席可不止这一处。
§20.183ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη πολύμητις Ὀδυσσεύς, §20.184ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
” 他这样说着,足智多谋的奥德修斯一言不发,只是静静地摇了摇头,在心中暗算着惩罚。
§20.185τοῖσι δʼ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν, §20.186βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.
在他们之后,第三个人来了,菲洛伊提奥斯,众人的首领,给求婚者们带来一头不孕的母牛和肥美的山羊。
§20.187πορθμῆες δʼ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους §20.188ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται.
渡工们把它们运了过来,他们也载运其他人们,只要是谁来到他们那里。
§20.189καὶ τὰ μὲν εὖ κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ, §20.190αὐτὸς δʼ αὖτʼ ἐρέεινε συβώτην ἄγχι παραστάς· §20.191τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα, §20.192ἡμέτερον πρὸς δῶμα;
他把这些牲口牢牢地拴在回声隆隆的走廊下,自己则走近猪倌,向他打听: “猪倌,新来的这个客人是谁,来到我们的大厅?
τέων δʼ ἐξ εὔχεται εἶναι §20.193ἀνδρῶν;
他自称出身于哪些人?
ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;
他的家族在哪里,祖传的土地在哪里?
§20.194δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι·
不幸的人啊,他的体态倒真像一位君王。 ”

词汇与语法注释

  1. 20.132ἐμπλήγδην ἕτερόν γε τίει — 副词 ἐμπλήγδην(反复无常地、冲动地)修饰动词 τίει。接下来的 ἕτερόν γε... χείρονα(较差的一个)与 τὸν δέ τʼ ἀρείονʼ(较好的另一个)之间的对比,突显了佩涅洛佩反复无常且不合理的态度。
  2. 20.135οὐκ ἄν ... αἰτιόῳο — 助词 ἄν 与第二人称单数祈愿语气 αἰτιόῳο(αἰτιάομαι 的史诗形式)结合,构成潜在祈愿语气,用于表示温和的命令或劝告(“你不应该责怪”)。
  3. 20.169αἲ γὰρ δή ... τισαίατο — 引入词 αἲ γάρ(εἰ γάρ 的方言形式)与第三人称复数祈愿语气 τισαίατο(τίνομαι 的不定过去时,其中 -ατο 是爱奥尼亚/史诗方言中相当于 -ντο 的第三人称复数词尾)结合,表示可以实现的愿望(“但愿神明惩罚”)。
  4. 20.180πρὶν χειρῶν γεύσασθαι — 连词 πρὶν(在……之前)在此处与不定式 γεύσασθαι 连用。属格名词 χειρῶν(手,在此处暗指力量的较量或拳脚相交)作为中动语态不定式 γεύσασθαι 的宾语。

引用这一段

荷马, 奥德赛 §20.130-20.194. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:20.130-20.194

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。