§20.262ἐνταυθοῖ νῦν ἧσο μετʼ ἀνδράσιν οἰνοποτάζων· §20.263κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω §20.264πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν §20.265οἶκος ὅδʼ, ἀλλʼ Ὀδυσῆος, ἐμοὶ δʼ ἐκτήσατο κεῖνος.
“现在你坐在这里,在男人们中间喝你的酒吧;我自己会保护你免受所有求婚者的嘲讽和暴力,因为这绝不是公共的房屋,而是属于奥德修斯的,是他为我赢来的。
§20.266ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς §20.267καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.
至于你们,求婚者们,请克制住你们辱骂和动手的冲动,免得发生任何争执与冲突。
§20.268ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες §20.269Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
” 他这样说着,他们便都咬紧双唇,惊讶于特勒马科斯竟能如此大胆地发言。
§20.270τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· §20.271καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, Ἀχαιοί, §20.272Τηλεμάχου· μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει.
随后,欧佩塞斯之子安提诺乌斯对他们说道: “阿开亚人啊,尽管这话听着刺耳,但让我们接受特勒马科斯的训诫吧;他确实对我们发出了极大的威胁。
§20.273οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδη §20.274παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν.
因为克罗诺斯之子宙斯没有允许;否则我们早就在大殿里让他闭嘴了,尽管他是个口齿伶俐的演说家。
§20.275ὣς ἔφατʼ Ἀντίνοος· ὁ δʼ ἄρʼ οὐκ ἐμπάζετο μύθων.
” 安提诺乌斯这样说着,但特勒马科斯并不理会他的话。
§20.276κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην §20.277ἦγον· τοὶ δʼ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ §20.278ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.
与此同时,使者们牵着献给神明的神圣百牲祭礼,穿过城中;留着长发的阿开亚人们聚集在远射之神阿波罗那绿树成荫的圣林之下。
§20.279οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο, §20.280μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα· §20.281πὰρ δʼ ἄρʼ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο §20.282ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει §20.283Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.
当他们烤好外层的肉并将其取下后,便分配了份子,尽情享受这光荣的宴席;伺候的人在奥德修斯身旁放了一份与他们自己所得相等的份额;因为神圣奥德修斯的爱子特勒马科斯曾如此吩咐。
§20.284μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη §20.285λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον §20.286δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.
然而雅典娜决不让那些傲慢的求婚者停止令人心碎的侮辱,为的是让更多的痛苦渗入拉埃尔特斯之子奥德修斯的心中。
§20.287ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς, §20.288Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν· §20.289ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι §20.290μνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.
在求婚者中有一个胡作非为、不守法度的人,名叫克特西普斯,住在萨梅的一所房子里;他依仗着自己惊人的财富,追求着早已离去的奥德修斯的妻子。
§20.291ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα· §20.292κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω· §20.293μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν, §20.294ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον §20.295ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται.
此时他便对傲慢的求婚者们开口说道: “听我一言,高傲的求婚者们,让我说几句:这客人早已像大家一样,得到了相等的份额,这很合适;因为拒绝特勒马科斯的客人是不体面也是不公正的,无论谁来到这所房子里。
§20.296ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς §20.297ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ §20.298δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
那么,来吧,我也给他一份客礼,好让他自己也能把赏赐赏给倒洗澡水的仆人,或者神圣奥德修斯府邸里的其他任何奴仆。
§20.299ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ. §20.300κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς §20.301ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ §20.302σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον.
” 话音刚落,他用粗壮的手抓起放在篮子里的牛蹄投掷过去;但奥德修斯躲过了,他微微偏过头,并在心底里发出了一丝极其冷酷的苦笑;那牛蹄砸在建造稳固的墙上。
§20.303Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ· §20.304Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ· §20.305οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.
特勒马科斯于是厉声训斥克特西普斯说: “克特西普斯,这真算是你运气好;你没有击中这位客人,因为他自己躲开了你的投掷物。
§20.306ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι, §20.307καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο §20.308ἐνθάδε.
否则我定会用锋利的标枪刺穿你的胸膛,你的父亲将不得不在这里为你操办坟墓,而不是婚礼。
τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ §20.309φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα, §20.310ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα.
因此,谁也别在我的屋里撒野;因为我现在已经懂事,能分辨好坏;而在此之前我还是个孩子。
§20.311ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες, §20.312μήλων σφαζομένων οἴνοιό τε πινομένοιο §20.313καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.
尽管如此,我们还是忍气吞声地看着这些,看着羊群被宰杀,酒被喝光,还有面包被吃掉;因为一个人很难阻挡许多人。
§20.314ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες· §20.315εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ, §20.316καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη §20.317τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι, §20.318ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας §20.319ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.
但是,请不要再出于恶意对我做坏事了;如果你们现在就急着用青铜武器杀死我,那我也甘愿,因为死掉要比永远看着这些不体面的行径好得多,看着客人受到粗暴对待,女仆们在这美丽的房子里被粗暴地拉扯。
§20.320ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· §20.321ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος· §20.322ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ §20.323ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι· §20.324μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον §20.325δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
” 他这样说着,他们便都静默无声;过了许久,达马斯托尔之子阿格劳斯终于开口: “朋友们,对于说得合情合理的话,谁也不该用敌对的言词来反驳和发怒;不要虐待客人,也不要虐待神圣奥德修斯府邸里的其他任何奴仆。