Humanitext Reader

荷马 · 奥德赛 §20.195-20.261

菲洛伊提奥斯的忠诚与求婚者阴谋的中止

第 145 段,共 173 段 · 希腊语

内容简介

牧牛人菲洛伊提奥斯热烈欢迎化装的奥德修斯,并对主人的缺席和求婚者们的横暴表示哀叹。奥德修斯誓言自己必将归来,而求婚者们虽密谋杀害特勒马科斯,却因凶兆而放弃并开始在大殿中设宴。

§20.195ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους, §20.196ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.
然而,神明却让四处漂泊的人们陷入苦难,每当他们甚至为君王们纺织出悲惨的命运。
§20.197ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς, §20.198καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· §20.199χαῖρε, πάτερ ὦ ξεῖνε·
他这样说着,走近前去,用右手向他致意,并对他开口,吐出羽翼般的言语: “祝你健康,客人老爹。
γένοιτό τοι ἔς περ ὀπίσσω §20.200ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
愿你此后能享有幸福,虽然你现在正被重重不幸所困。
§20.201Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος· §20.202οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός, §20.203μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.
父神宙斯啊,神明中没有谁比你更残忍;你一点也不怜悯凡人,哪怕是你亲手创造了他们,却还要让他们与不幸和凄惨的痛苦纠缠在一起。
§20.204ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε §20.205μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐω §20.206τοιάδε λαίφεʼ ἔχοντα κατʼ ἀνθρώπους ἀλάλησθαι, §20.207εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
当我注意到这点时,我浑身冒汗,双眼含泪,想起了奥德修斯,因为我想他可能也像这样,穿着破烂的衣服,在凡人中间四处流浪,如果他还在世上的某个地方,还能看见太阳的光芒。
§20.208εἰ δʼ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν, §20.209ὤ μοι ἔπειτʼ Ὀδυσῆος ἀμύμονος, ὅς μʼ ἐπὶ βουσὶν §20.210εἷσʼ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ.
但如果他已经死去,进了哈得斯的冥府,哎,那我真为那高尚的奥德修斯感到悲哀,当我还年幼时,他就在凯法勒尼亚人的土地上派我管理牛群。
§20.211νῦν δʼ αἱ μὲν γίγνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως §20.212ἀνδρί γʼ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων· §20.213τὰς δʼ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς §20.214ἔδμεναι·
如今牛只繁衍得无数,没有哪种方式能让这宽额的牛群为一个人繁衍出更好的成果;然而其他人却催促我把它们赶来给他们自己食用。
οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν, §20.215οὐδʼ ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδη §20.216κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.
他们一点也不在乎大殿里的孩子,也不惧怕神明的惩罚;因为他们现在急于瓜分那早已离去的主人的家产。
§20.217αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι §20.218πόλλʼ ἐπιδινεῖται· μάλα μὲν κακὸν υἷος ἐόντος §20.219ἄλλων δῆμον ἱκέσθαι ἰόντʼ αὐτῇσι βόεσσιν, §20.220ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον, αὖθι μένοντα §20.221βουσὶν ἐπʼ ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν.
至于我,胸中的这颗心一直在反复思量:在儿子还活着的时候,带着牛群离开这里去到异国他乡,投奔陌生的人们,这非常糟糕;但更可怕的是留在这里,守着别人的牛群,坐着忍受痛苦。
§20.222καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων §20.223ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτʼ ἀνεκτὰ πέλονται·
如果情况不是已经无法忍受,我早就逃跑了,去投奔其他强大的国王;因为现在的生活已经无法忍耐。
§20.224ἀλλʼ ἔτι τὸν δύστηνον ὀΐομαι, εἴ ποθεν ἐλθὼν §20.225ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ.
但我还在盼望那个不幸的人,希望他能从某处归来,在大殿里将这些求婚者们打得溃散。
§20.226τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §20.227βουκόλʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας, §20.228γιγνώσκω δὲ καὶ αὐτὸς ὅ τοι πινυτὴ φρένας ἵκει, §20.229τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι· §20.230ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα §20.231ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω, §20.232ἦ σέθεν ἐνθάδʼ ἐόντος ἐλεύσεται οἴκαδʼ Ὀδυσσεύς· §20.233σοῖσιν δʼ ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κʼ ἐθέλῃσθα, §20.234κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν.
” 足智多谋的奥德修斯回答他说道: “牛倌,因为你看上去既非恶人也非愚者,我自己也知道,聪慧已经进入你的心田,因此我要告诉你,并向你立下庄严的誓言:让宙斯首先作证,还有那款客的餐桌,以及我已到达的、高尚的奥德修斯的炉灶,当你还留在这里时,奥德修斯定会回到家中;如果你愿意,你将用你自己的双眼看见,那些在这里作威作福的求婚者们被杀死的场景。
§20.235τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ· §20.236αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων·
” 管理牛群的人接着对他说: “客人啊,但愿克罗诺斯之子能实现你这话!
§20.237γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.
那时你就会知道我的力量如何,我的双手会如何紧随而上。
§20.238ὣς δʼ αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι §20.239νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
” 艾乌麦奥斯也同样向所有的神明祈祷,盼望聪慧的奥德修斯能回到自己的家中。
§20.240ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, §20.241μνηστῆρες δʼ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε §20.242ἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις, §20.243αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν.
他们正这样互相交谈着,而求婚者们却在为特勒马科斯策划死亡和毁灭;然而,在他们的左边出现了一只鸟,一只高飞的雄鹰,爪子里抓着一只怯懦的鸽子。
§20.244τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν· §20.245ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή, §20.246Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός.
阿姆菲诺莫斯在他们中间开口说道: “朋友们,我们的这个计划不会顺利,谋杀特勒马科斯行不通;还是让我们想想宴席吧。
§20.247ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
” 阿姆菲诺莫斯这样说着,他的话让大家感到满意。
§20.248ἐλθόντες δʼ ἐς δώματʼ Ὀδυσσῆος θείοιο §20.249χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, §20.250οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας, §20.251ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην· §20.252σπλάγχνα δʼ ἄρʼ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον §20.253κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης.
他们走进神圣的奥德修斯的府邸,把斗篷放在靠椅和扶手椅上,他们宰杀了大羊和肥山羊,宰杀了肥猪和群里的一头母牛;他们烤好内脏分发给众人,并在酒瓮中兑水调和酒;猪倌分发了杯子。
§20.254σῖτον δέ σφʼ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν, §20.255καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς.
众人的首领菲洛伊提奥斯用精美的篮子给他们分发面包,梅兰希奥斯斟酒。
§20.256οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
他们伸手拿取面前准备好的丰盛食物。
§20.257Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν, §20.258ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν, §20.259δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν· §20.260πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν §20.261ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν·
特勒马科斯心怀智谋,安排奥德修斯坐在建造稳固的大殿内、石质门槛的旁边,为他放了一张破旧的椅子和一张小桌子;他在一旁放上一份内脏,在金杯里倒上酒,并对他说:

词汇与语法注释

  1. §20.195δυόωσι — 源自名词 δύη(苦难、悲惨)的动词 `δυόω` 的现在时虚拟语气(带有荷马式元音延长),意为“使堕入苦难”。虽有观点将其解释为不及物动词 `δύω`(下沉)的使役用法,意为“沉没”,但考虑到后文并列的 `ὀϊζύν`(辛苦、痛苦),此词更应理解为神明带给凡人苦难之意。
  2. §20.204ἴδιον — 动词 `ἰδίω`(流汗)的第一人称单数不定过去时(或未完成过去时)的荷马式形式,相当于“我惊出一身冷汗”。此词极易与形容词 `ἴδιος`(个人的、独特的)混淆,但这里是一个动词,用以表现菲洛伊提奥斯目睹假扮的奥德修斯时强烈的生理和情感反应。
  3. §20.209ὤ μοι ἔπειτʼ Ὀδυσῆος — 叹词 `ὤ μοι`(哎呀,我真悲伤)与表示悲伤原因或对象的属格 `Ὀδυσῆος` 相结合的句式。此处的 `ἔπειτα` 并非表示时间上的“在此之后”,而是承接前文假设的逻辑推论(“如果他已经死了的话”),用以强调对奥德修斯的痛惜与哀悼之情。
  4. §20.218υἷος ἐόντος — 使用了分词 `ἐόντος`(动词 `εἰμί` 的现在分词属格、阳性单数)的属格独立结构,意为“在儿子(特勒马科斯)还健在(存在)的时候”。该结构起到了某种让步或伴随境况的作用,用以突出下文“投奔他国土地(`ἄλλων δῆμον ἱκέσθαι`)”这一行为在情理上的不妥和无奈。

引用这一段

荷马, 奥德赛 §20.195-20.261. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:20.195-20.261

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。