§2.362καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· §2.363τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα
她哭泣着,对他诉说着如翼的言语: “亲爱的孩子,为什么你心中会产生这样的念头?
作为独生且倍受疼爱的孩子,你为何想要跨越辽阔的土地去远行?
ὁ δʼ ὤλετο τηλόθι πάτρης §2.366διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ.
而那神圣的奥德修斯已经死在远离家乡的异族之地。
§2.367οἱ δέ τοι αὐτίκʼ ἰόντι κακὰ φράσσονται ὀπίσσω, §2.368ὥς κε δόλῳ φθίῃς, τάδε δʼ αὐτοὶ πάντα δάσονται.
你一旦离去,他们立刻就会在背后谋划对你不利的阴谋,以便用诡计消灭你,他们自己则会分光这一切财产。
§2.369ἀλλὰ μένʼ αὖθʼ ἐπὶ σοῖσι καθήμενος· οὐδέ τί σε χρὴ §2.370πόντον ἐπʼ ἀτρύγετον κακὰ πάσχειν οὐδʼ ἀλάλησθαι.
你还是留在自己的财产上吧;你没有必要在荒凉的大海上遭受苦难,四处漂泊。
§2.371τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §2.372θάρσει, μαῖʼ, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή.
” 对此,聪慧的忒勒马科斯回答她说: “放心吧,妈妈,因为这个计划绝非没有神明的指引。
§2.373ἀλλʼ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι, §2.374πρίν γʼ ὅτʼ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται, §2.375ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι, §2.376ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ.
但请向我发誓,绝不将这件事告诉亲爱的母亲,至少要等到十一二天过去之后,或者直到她因想念我而发觉,并听说了我的离去,以免她因哭泣而毁了她美丽的容颜。
§2.377ὣς ἄρʼ ἔφη, γρῆυς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ.
” 他这样说道,老妇人便指着神明立下了重誓。
§2.378αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, §2.379αὐτίκʼ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν, §2.380ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι.
当她立完并完成了誓言之后,她立刻开始为他在双耳瓮中汲取美酒,又把大麦粉倒入缝制精良的皮袋中。
§2.381Τηλέμαχος δʼ ἐς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει.
忒勒马科斯则回到大厅,与求婚者们混在一起。
§2.382ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.
这时,那明眸女神雅典娜又有了另一个想法。
§2.383Τηλεμάχῳ ἐικυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ, §2.384καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον, §2.385ἑσπερίους δʼ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει.
她化装成忒勒马科斯的样子,在城里各处走动,站在每一个人身旁对他们低语,吩咐他们傍晚时到快船处集合。
接着,她又向斐罗尼奥斯的显赫儿子诺埃蒙借用快船;他欣然允诺。
§2.388δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί, §2.389καὶ τότε νῆα θοὴν ἅλαδʼ εἴρυσε, πάντα δʼ ἐν αὐτῇ §2.390ὅπλʼ ἐτίθει, τά τε νῆες ἐύσσελμοι φορέουσι.
太阳西沉,所有的街道都被阴影笼罩,这时她将快船拖入大海,并在船上装上了排桨船所配备的一切索具。
§2.391στῆσε δʼ ἐπʼ ἐσχατιῇ λιμένος, περὶ δʼ ἐσθλοὶ ἑταῖροι §2.392ἁθρόοι ἠγερέθοντο· θεὰ δʼ ὤτρυνεν ἕκαστον.
她把船停在港口的边缘,优秀的伙伴们在周围聚集起来;女神鼓励着每一个人。
§2.393ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.
这时,那明眸女神雅典娜又有了另一个想法。
§2.394βῆ ῤʼ ἰέναι πρὸς δώματʼ Ὀδυσσῆος θείοιο· §2.395ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε, §2.396πλάζε δὲ πίνοντας, χειρῶν δʼ ἔκβαλλε κύπελλα.
她起步走向神圣的奥德修斯的馆邸;在那里,她把甜美的睡意撒向求婚者们,使正在饮酒的他们神志不清,杯子从手中滑落。
§2.397οἱ δʼ εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδʼ ἄρʼ ἔτι δὴν §2.398ἥατʼ, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν.
他们纷纷起身去城里寻地方睡觉,不再长久地坐在那里,因为睡意已沉沉落在他们的眼睑上。
§2.399αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη §2.400ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων, §2.401Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν· §2.402Τηλέμαχʼ, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι §2.403ἥατʼ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν· §2.404ἀλλʼ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.
随后,明眸女神雅典娜对忒勒马科斯说话,将他从那结构精美的府邸中唤出,她化作门托尔的形貌和声音: “忒勒马科斯,护胫精美的伙伴们已经坐在桨位上,等待着你的出发;让我们走吧,不要让旅程耽搁太久。
” 帕拉斯·雅典娜说罢,便在前面迅速引路;而他紧随在神明的脚步后面。
§2.407αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, §2.408εὗρον ἔπειτʼ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους.
当他们下到船只和大海边时,便在海滩上找到了那些留着长发的伙伴们。
§2.409τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο· §2.410δεῦτε, φίλοι, ἤια φερώμεθα· πάντα γὰρ ἤδη §2.411ἁθρόʼ ἐνὶ μεγάρῳ.
忒勒马科斯的圣力对他们开口说道: “来吧,朋友们,让我们把旅粮搬来;一切都已经在府邸里准备妥当。
μήτηρ δʼ ἐμὴ οὔ τι πέπυσται, §2.412οὐδʼ ἄλλαι δμωαί, μία δʼ οἴη μῦθον ἄκουσεν.
我母亲什么都不知道,其他女仆也是如此,只有一个人听到了这个消息。
§2.413ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.
” 他这样说着并在前面带路,他们紧随其后。
他们把所有的东西都搬到了排桨船上安放好,正如奥德修斯那亲爱的儿子所吩咐的那样。
§2.416ἂν δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη, §2.417νηὶ δʼ ἐνὶ πρυμνῇ κατʼ ἄρʼ ἕζετο· ἄγχι δʼ ἄρʼ αὐτῆς §2.418ἕζετο Τηλέμαχος.
忒勒马科斯登上船,雅典娜在前引路,她在船尾坐下,忒勒马科斯紧挨着她坐下。
τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν, §2.419ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον.
伙伴们解开了船尾的缆绳,他们自己也登船在桨座上坐下。
§2.420τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη, §2.421ἀκραῆ Ζέφυρον, κελάδοντʼ ἐπὶ οἴνοπα πόντον.
明眸女神雅典娜为他们送来了顺风,那是一股强劲的西风,在深酒色的大海上呼啸。
忒勒马科斯鼓励伙伴们,并吩咐他们各执索具;他们听从了他的催促。
§2.424ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης §2.425στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν, §2.426ἕλκον δʼ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν.
他们抬起杉木桅杆,将其立在空心的桅座中,并用前支索系牢,用揉制好的牛皮绳拉起白色的风帆。
§2.427ἔπρησεν δʼ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα §2.428στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης· §2.429ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
风吹饱了帆心,在疾驰的船只龙骨周围,紫色的波涛大声喧嚣;船只在波浪中飞奔,行进在航路上。
§2.430δησάμενοι δʼ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν §2.431στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο, §2.432λεῖβον δʼ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν, §2.433ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ.
我们在快黑船上固定好索具后,便斟满一尊尊满溢美酒的调酒缸,并向长生不死的众神奠酒,而在所有人中最主要的则是向宙斯的明眸女儿。
§2.434παννυχίη μέν ῥʼ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.
船只整夜不停地航行,直到拂晓,在海面上穿行。