§19.70τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· §19.71δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ;
足智多谋的奥德修斯怒目而视,对她说道: “奇特的女子,为何你要以如此愤怒的心境来责难我?
莫非是因为我身上肮脏,穿着破烂的衣服,在民里乞讨?
ἀναγκαίη γὰρ ἐπείγει.
因为穷困在逼迫着我。
§19.74τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι
乞丐和流浪汉们都是如此。
§19.75καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον §19.76ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ, §19.77τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·
因为曾经我也在人间拥有高贵的住宅,富足幸福,并且经常周济流浪者,无论他是谁,因何种需要而来。
我有无数的仆役,以及许多其他的事物,凭着这些人们可以过上好生活并被称为富人。
§19.80ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που·
但克罗诺斯之子宙斯毁灭了一切;想必这是他的意愿。
§19.81τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς §19.82ἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι· §19.83μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ, §19.84ἢ Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.
因此,女人啊,切莫让你自己也失去了全部的美丽,如今你在女仆中正是以此而出类拔萃;免得女主人对你发怒、严加惩处,或是奥德修斯归来;因为至今仍有希望的份分。
§19.85εἰ δʼ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν, §19.86ἀλλʼ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι, §19.87Τηλέμαχος· τὸν δʼ οὔ τις ἐνὶ μεγάροισι γυναικῶν §19.88λήθει ἀτασθάλλουσʼ, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.
哪怕他真的已经这样死去,再也无法归国,但赖阿波罗的恩助,他已经有了这样一个儿子,特勒马科斯;在这大殿里,没有哪个女人的放肆行径能瞒得过他,因为他已经不再是小孩子了。
§19.89ὣς φάτο, τοῦ δʼ ἤκουσε περίφρων Πηνελόπεια, §19.90ἀμφίπολον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· §19.91πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με λήθεις §19.92ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις· §19.93πάντα γὰρ εὖ ᾔδησθʼ, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς §19.94ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν §19.95ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.
” 他这样说着,睿智的佩内洛佩听到了他的话,她严厉地斥责女侍,并开口叫着她的名字说: “你这胆大包天的无耻贱婢,别想瞒得过我,你所做下的这桩大恶事,必将由你自己的脑袋来偿还;因为你原本清清楚楚地知道一切,你曾听我亲口说过,我打算在这大殿里向这位外邦人打听我丈夫的事,因为我的心中痛苦万分。
§19.96ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν· §19.97Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπʼ αὐτοῦ, §19.98ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδʼ ἐπακούσῃ §19.99ὁ ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι.
” 她说着,又对女管家欧律诺墨说: “欧律诺墨,快去拿一把椅子来,上面铺上一张羊皮,好让这位外邦人坐下来,向我诉说并倾听我的话语;我想要向他仔细询问一番。
§19.100ὣς ἔφαθʼ, ἡ δὲ μάλʼ ὀτραλέως κατέθηκε φέρουσα §19.101δίφρον ἐΰξεστον καὶ ἐπʼ αὐτῷ κῶας ἔβαλλεν· §19.102ἔνθα καθέζετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
” 她这样说着,那女仆便十分敏捷地搬来并放下一把精工制作的椅子,并在上面铺上了羊皮;随后,历尽坎坷的高贵奥德修斯便坐在了上面。
§19.103τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια· §19.104ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή· §19.105τίς πόθεν εἶς ἀνδρῶν;
在他们之中,睿智的佩内洛佩首先开口说道: “外邦人啊,首先我想亲自向你打听一件事:你是谁,来自人世间的何方?
πόθι τοι πόλις ἠδὲ τοκῆες;
你的城邦和父母又在哪里?
§19.106τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §19.107ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν §19.108νεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει, §19.109ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς §19.110ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων §19.111εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα §19.112πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ, §19.113τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς §19.114ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ.
” 足智多谋的奥德修斯回答她说道: “妇人啊,在无边无际的大地上,凡人之中绝无一人会对你指责非难;因为你的名声已直达宽阔的天空,犹如某位完美无瑕的国王,他敬畏神明,在众多而强盛的人民中施行统治,他维护公道,因此黑色的土地出产小麦和大麦,树木挂满累累果实,羊群繁衍不绝,大海因其善治而提供鱼类,人民在他的治下安居乐业。
§19.115τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ, §19.116μηδʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν, §19.117μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων §19.118μνησαμένῳ μάλα δʼ εἰμὶ πολύστονος·
因此,现在在你的府上,请询问我其他的事吧,但请不要盘问我的身世和祖国的土地,免得让我因回想起往事而心中塞满更多的痛苦;我实在是个多灾多难之人。
οὐδέ τί με χρὴ §19.119οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε §19.120ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·
我也不该在别人的府第里整天哭泣哀号地坐着,因为无休无止地悲伤终究是不好的。
§19.121μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύ γʼ αὐτή, §19.122φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ.
否则,若是哪个女仆对我心生怨恨,亦或是你本人,说我是因为饮酒过度、神智沉重而泪流满面。
§19.123τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια· §19.124ξεῖνʼ, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε §19.125ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον §19.126Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς
” 随后,睿智的佩内洛佩回答他说道: “外邦人啊,我的美德、容貌和体态,早就被神明摧毁了,当阿耳戈斯人登上前往伊利昂的船只、而我的丈夫奥德修斯也随行而去之时。
§19.127εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι, §19.128μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.
若是他能回来照料我的生活,我的名声将会更加宏大,也更加美好。
§19.129νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.
但如今我却备尝哀痛,因为神明把如此多的灾祸降临在我身上。