Humanitext Reader

荷马 · 奥德赛 §19.136-19.203

佩内洛佩的织锦计策与乞丐的伪托身世

第 135 段,共 173 段 · 希腊语

内容简介

佩内洛佩解释了她如何通过织造长袍的计谋欺骗求婚者以等待奥德修斯,但这一计谋最终被背叛她的婢女揭穿,使她陷入绝境。对此,奥德修斯化名克里特的艾通,编造了一段他曾款待过奥德修斯的虚假身世。

§19.136ἀλλʼ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.
但我渴望着奥德修斯,我的心正一天天消磨。
§19.137οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.
他们急于成婚,我则用妙计来拖延。
§19.138φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων, §19.139στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν, §19.140λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ αὐτοῖς μετέειπον· §19.141κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς, §19.142μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος §19.143ἐκτελέσω—μή μοι μεταμώνια νήματʼ ὄληται— §19.144Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν §19.145μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο· §19.146μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ, §19.147αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
起初,一位神明将这个想法注入我的心中:在大殿里立起一架巨大的织机,织造一件精细且宽大的长袍;于是我立刻对他们说道: “年轻的求婚者们,既然高贵的奥德修斯已经去世,尽管你们急于与我结婚,也请等待,直到我织完这件长袍—— 免得我的丝线付诸东流而化为乌有—— 这是为英雄拉埃尔特斯准备的寿衣,以防悲惨死亡的残酷命运将他击倒;免得这片土地上的阿开亚妇女们对我产生怨恨,如果他这位积攒了许多财富的人,死后却连一件寿衣都没有。
§19.148ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
” 我这样说,他们高傲的心便同意了。
§19.149ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν, §19.150νύκτας δʼ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην.
于是,白天我在那巨大的织机上不停地织,到了晚上,等我在身边放好火把后,就将其拆掉。
§19.151ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς· §19.152ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι, §19.153μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη, §19.154καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας, §19.155εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.
就这样,在三年的时间里,我瞒过了阿开亚人,欺骗了他们;但当第四年到来,季节更替,月复一月地逝去,许多日子已经满盈,就在那时,通过那些不思悔改、厚颜无耻的婢女们的告密,他们闯了进来,抓住了我,并用严厉的语言责备我。
§19.156ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης·
于是,在被迫无奈之下,我极不情愿地完成了它。
§19.157νῦν δʼ οὔτʼ ἐκφυγέειν δύναμαι γάμον οὔτε τινʼ ἄλλην §19.158μῆτιν ἔθʼ εὑρίσκω· μάλα δʼ ὀτρύνουσι τοκῆες §19.159γήμασθʼ, ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων, §19.160γιγνώσκων· ἤδη γὰρ ἀνὴρ οἶός τε μάλιστα §19.161οἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει.
如今我既无法逃避婚姻,也找不到任何其他计策;我的父母极力催促我出嫁,我的儿子也因为他们吞噬他的家产而感到痛心,因为他已经觉察到了;因为他如今已是一个完全能够照管家务的男子汉,一个宙斯赐予荣耀的人。
§19.162ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί. §19.163οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδʼ ἀπὸ πέτρης.
即使如此,也请告诉我你的身世,你来自何方;因为你并非来自古老传说中的橡树或岩石。
§19.164τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §19.165ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, §19.166οὐκέτʼ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;
” 足智多谋的奥德修斯回答她说道: “哦,拉埃尔特斯之子奥德修斯那受人尊敬的妻子,你真的不肯停止盘问我的身世吗?
§19.167ἀλλʼ ἔκ τοι ἐρέω· ἦ μέν μʼ ἀχέεσσί γε δώσεις §19.168πλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρης §19.169ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν, §19.170πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος, ἄλγεα πάσχων·
那么我便告诉你;但你一定会让我陷入比现在更深的痛苦中;因为这正是一个像我这样、长久远离家乡的人的命运,在许多城邦中流浪,饱尝人间疾苦。
§19.171ἀλλὰ καὶ ὣς ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
但即便如此,我也要回答你所问和所探听的一切。
§19.172Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ, §19.173καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποι §19.174πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.
在酒红色的海洋中央,有一片叫作克里特的土地,美丽而富饶,四面环水;那里的人口不可胜数,并有九十座城邦。
§19.175ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί, §19.176ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες, §19.177Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί.
那里的语言交杂混合;其中有阿开亚人,有心胸宽广的土著克里特人,有库多尼亚人,有分为三个部落的多利安人,以及高贵的佩拉斯吉人。
§19.178τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως §19.179ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής, §19.180πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος
在这些城邦中,克诺索斯是一座大城,弥诺斯曾在此统治九年,他是伟大宙斯的好友,也是我祖父的父亲,也就是心胸宽广的德乌卡利翁之父。
§19.181Δευκαλίων δʼ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα· §19.182ἀλλʼ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσω §19.183ᾤχεθʼ ἅμʼ Ἀτρείδῃσιν, ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων, §19.184ὁπλότερος γενεῇ· ὁ δʼ ἄρα πρότερος καὶ ἀρείων.
德乌卡利翁生下了我和伊多墨纽斯国王;但伊多墨纽斯已率领首尾弯曲的船只,随阿特柔斯之子们前往伊利昂;而我那闻名遐迩的名字是艾通,我是弟弟,而他是年长且更优秀的人。
§19.185ἔνθʼ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.
在那里,我见到了奥德修斯,并赠予他款待的礼物。
§19.186καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο, §19.187ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν·
因为强风将他也带到了克里特,在他急于前往特洛伊时,将他刮离了马勒亚角。
§19.188στῆσε δʼ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης, §19.189ἐν λιμέσιν χαλεποῖσι, μόγις δʼ ὑπάλυξεν ἀέλλας.
他将船停泊在阿姆尼索斯,那里有埃勒伊堤亚的岩洞,那是一个险恶的港湾,他好不容易才免于暴风雨。
§19.190αὐτίκα δʼ Ἰδομενῆα μετάλλα ἄστυδʼ ἀνελθών· §19.191ξεῖνον γάρ οἱ ἔφασκε φίλον τʼ ἔμεν αἰδοῖόν τε.
他立即进城寻找伊多墨纽斯;因为他宣称自己是伊多墨纽斯亲切而受人尊敬的客人。
§19.192τῷ δʼ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς §19.193οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.
但当时,自伊多墨纽斯率领首尾弯曲的船只前往伊利昂以来,已经是第十个或第十一个早晨了。
§19.194τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα, §19.195ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·
我将他领进我的府第,并盛情款待,殷勤地欢迎他,因为府里积蓄丰富。
§19.196καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο, §19.197δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας §19.198καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.
至于与他同行的其他伙伴们,我向民众募集了大麦面粉和红亮的葡萄酒,并提供牛只作为牺牲献祭,好让他们填饱肚子、心满意足。
§19.199ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί· §19.200εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ §19.201εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.
高贵的阿开亚人们在那里逗留了十二天;因为强劲的北风困住了他们,让他们在陆地上也无法立足,某位严酷的神明唤醒了这狂风。
§19.202τῇ τρισκαιδεκάτῃ δʼ ἄνεμος πέσε, τοὶ δʼ ἀνάγοντο.
但在第十三天,风停了,他们便扬帆起航。
§19.203ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·
” 他这样说着,用许多酷似真话的谎言来欺骗她。

词汇与语法注释

  1. §19.143μή μοι μεταμώνια νήματʼ ὄληται — 连词 μή 与不定过去时虚拟语气中动语态 ὄληται(源自 ὄλλυμι,第三人称单数)连用,表示否定目的或担忧(“免得我的丝线付诸东流”)。
  2. §19.163ἀπὸ δρυός ... οὐδʼ ἀπὸ πέτρης — “并非诞生自橡树或岩石”是古代的惯用表达,意指此人拥有真正的家族世系,是个有血有肉的人,而非无父无母、来历不明之辈。
  3. §19.179ἐννέωρος — 形容词 ἐννέωρος(意为“九年的”或“九岁”)有多种解释,在此处传统上理解为弥诺斯“统治了九载”或“每九年一次”与宙斯神交并施行统治。
  4. §19.203ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα — 动词 ἴσκε 是 εἴκω(意为“使相似”或“比拟”)的未完成过去时形式,在此处构成“使许多谎言显得如同真话一般”或“绘声绘色地编造”之意。

引用这一段

荷马, 奥德赛 §19.136-19.203. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:19.136-19.203

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。